1 Kings 11
Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.
Greek text or English translation.
Greek Septuagint
1 Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἦν φιλογύνης. Καὶ ἦσαν αὐτῷ γυναῖκες ἄρχουσαι ἑπτακόσιαι, καὶ παλλακαὶ τριακόσιαι. Καὶ ἔλαβε γυναῖκας ἀλλοτρίας, καὶ τὴν θυγατέρα Φαραὼ, Μωαβίτιδας, Ἀμμανίτιδας, Σύρας, καὶ Ἰδουμαίας, Χετταίας, καὶ Ἀμοῤῥαίας,
2 ἐκ τῶν ἐθνῶν ὧν ἀπεῖπε Κύριος τοῖς υἱοῖς Ἰσραὴλ, οὐκ εἰσελεύσεσθε εἰς αὐτοὺς, καὶ αὐτοὶ οὐκ εἰσελεύσονται εἰς ὑμᾶς, μὴ ἐκκλίνωσι τὰς καρδίας ὑμῶν ὀπίσω εἰδώλων αὐτῶν· εἰς αὐτοὺς ἐκολλήθη Σαλωμὼν τοῦ ἀγαπῆσαι.
4 Καὶ ἐγενήθη ἐν καιρῷ γήρους Σαλωμὼν, καὶ οὖκ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου Θεοῦ αὐτοῦ, καθὼς ἡ καρδία Δαυὶδ τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω θεῶν αὐτῶν.
5 Τότε ᾠκοδόμησε Σαλωμὼν ὑψηλὸν τῷ Χαμὼς εἰδώλῳ Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν εἰδώλῳ υἱῶν Ἀμμὼν,
6 καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων.
7 Καὶ οὕτως ἐποίησε πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις, αἳ ἐθυμίων καὶ ἔθυον τοῖς εἰδώλοις αὐτῶν,
8 καὶ ἐποίησε Σαλωμὼν τὸ πονηρὸν ἐνώπιον Κυρίου· οὐκ ἐπορεύθη ὀπίσω Κυρίου, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
9 Καὶ ὠργίσθη Κύριος ἐπὶ Σαλωμὼν, ὅτι ἐξέκλινε καρδίαν αὐτοῦ ἀπὸ Κυρίου Θεοῦ Ἰσραὴλ, τοῦ ὀφθέντος αὐτῷ δὶς,
10 καὶ ἐντειλαμένου αὐτῷ ὑπὲρ τοῦ λόγου τούτου, τὸ παράπαν μὴ πορευθῆναι ὀπίσω θεῶν ἑτέρων, καὶ φυλάξασθαι ποιῆσαι ἃ ἐνετείλατο αὐτῷ Κύριος ὁ Θεός· οὐδʼ ἦν ἡ καρδία αὐτοῦ τελεία μετὰ Κυρίου, κατὰ τὴν καρδίαν Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
11 Καὶ εἶπε Κύριος πρὸς Σαλωμὼν, ἀνθʼ ὧν ἐγένετο ταῦτα μετὰ σοῦ, καὶ οὐκ ἐφύλαξας τὰς ἐντολάς μου καὶ τὰ προστάγματά μου ἃ ἐνετειλάμην σοι, διαῤῥήσσων διαῤῥήξω τὴν βασιλείαν σου ἐκ χειρός σου, καὶ δώσω αὐτὴν τῷ δούλῳ σου.
12 Πλὴν ἐν ταῖς ἡμέραις σου οὐ ποιήσω αὐτὰ διὰ Δαυὶδ τὸν πατέρα σου· ἐκ χειρὸς υἱοῦ σου λήψομαι αὐτήν.
13 Πλὴν ὅλην τὴν βασιλείαν οὐ μὴ λάβω· σκῆπτρον ἓν δώσω τῷ υἱῷ σου διὰ Δαυὶδ τὸν δοῦλόν μου, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην.
14 Καὶ ἤγειρε Κύριος σατὰν τῷ Σαλωμὼν τὸν Ἄδερ τὸν Ἰδουμαῖον, καὶ τὸν Ἐσρὼμ υἱὸν Ἐλιαδαὲ τὸν ἐν Ρααμὰ, Ἀδαδέζερ βασιλέα Σουβὰ κύριον αὐτοῦ· καὶ συνηθροίσθησαν ἐπʼ αὐτὸν ἄνδρες, καὶ ἦν ἄρχων συστρέμματος, καὶ προκατελάβετο τὴν Δαμασέκ· καὶ ἦσαν σατὰν τῷ Ἰσραὴλ πάσας τὰς ἡμέρας Σαλωμών· καὶ Ἄδερ ὁ Ἰδουμαῖος ἐκ τοῦ σπέρματος τῆς βασιλείας ἐν Ἰδουμαίᾳ.
15 Καὶ ἐγένετο ἐν τῷ ἐξολοθρεῦσαι Δαυὶδ τὸν Ἐδὼμ ἐν τῷ πορευθῆναι Ἰωὰβ ἄρχοντα τῆς στρατιᾶς θάπτειν τοὺς τραυματίας, καὶ ἔκοψαν πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ·
16 ὅτι ἓξ μῆνας ἐνεκάθητο ἐκεῖ Ἰωὰβ καὶ πᾶς Ἰσραὴλ ἐν τῇ Ἰδουμαίᾳ, ἕως ὅτου ἐξωλόθρευσε πᾶν ἀρσενικὸν ἐν τῇ Ἰδουμαίᾳ·
17 Καὶ ἀπέδρα Ἄδερ αὐτὸς καὶ πάντες ἄνδρες Ἰδουμαῖοι τῶν παίδων τοῦ πατρὸς αὐτοῦ μετʼ αὐτοῦ, καὶ εἰσῆλθον εἰς Αἴγυπτον· καὶ Ἄδερ παιδάριον μικρόν.
18 Καὶ ἀνίστανται ἄνδρες ἐκ τῆς πόλεως Μαδιὰμ, καὶ ἄρχονται εἰς Φαρὰν, καὶ λαμβάνουσιν ἄνδρας μεθʼ αὑτῶν, καὶ ἔρχονται πρὸς Φαραὼ βασιλέα Αἰγύπτου· καὶ εἰσῆλθεν Ἄδερ πρὸς Φαραὼ, καὶ ἔδωκεν αὐτῷ οἶκον, καὶ ἄρτους διέταξεν αὐτῷ.
19 Καὶ εὗρεν Ἄδερ χάριν ἐναντίον Φαραὼ σφόδρα, καὶ ἔδωκεν αὐτῷ γυναῖκα ἀδελφὴν τῆς γυναικὸς αὐτοῦ, ἀδελφὴν Θεκεμίνας μείζω. Καὶ ἔτεκεν αὐτῷ ἡ ἀδελφὴ Θεκεμίνας τῷ Ἄδερ τὸν Γανηβὰθ υἱὸν αὐτῆς·
20 καὶ ἐξέθρεψεν αὐτὸν Θεκεμίνα ἐν μέσῳ υἱῶν Φαραώ· καὶ ἦν Γανηβὰθ ἐν μέσῳ υἱῶν Φαραώ.
21 Καὶ Ἄδερ ἤκουσεν ἐν Αἰγύπτῳ ὅτι κεκοίμηται Δαυὶδ μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ὅτι τέθνηκεν Ἰωὰβ ὁ ἄρχων τῆς στρατιᾶς, καὶ εἶπεν Ἄδερ πρὸς Φαραὼ, ἐξαπόστειλόν με, καὶ ἀποστρέψω εἰς τὴν γῆν μου.
22 Καὶ εἶπε Φαραὼ τῷ Ἄδερ, τίνι σὺ ἐλαττονῇ μετʼ ἐμοῦ; καὶ ἰδοὺ σὺ ζητεῖς ἀπελθεῖν εἰς τὴν γῆν σου; καὶ εἶπεν αὐτῷ Ἄδερ, ὅτι ἐξαποστέλλων ἐξαποστελεῖς με· καὶ ἀνέστρεψεν Ἄδερ εἰς τὴν γῆν αὐτοῦ·
25 αὕτη ἡ κακία ἣν ἐποίησεν Ἄδερ· καὶ ἐβαρυθύμησεν Ἰσραὴλ, καὶ ἐβασίλευσεν ἐν τῇ Ἐδώμ.
26 Καὶ Ἱεροβοὰμ υἱὸς Ναβὰτ ὁ Ἐφραθὶ ἐκ τῆς Σαριρὰ, υἱὸς γυναικὸς χήρας, δοῦλος Σαλωμών.
27 Καὶ τοῦτο τὸ πρᾶγμα ὡς ἐπῇρατο χεῖρας ἐπὶ βασιλέα Σαλωμών· καὶ ὁ βασιλεὺς Σαλωμὼν ᾠκοδόμησε τὴν ἄκραν, συνέκλεισε τὸν φραγμὸν τῆς πόλεως Δαυὶδ τοῦ πατρὸς αὐτοῦ.
28 Καὶ ὁ ἄνθρωπος Ἱεροβοὰμ ἰσχυρὸς δυνάμει· καὶ εἶδε Σαλωμὼν τὸ παιδάριον ὅτι ἀνὴρ ἔργων ἐστὶ, καὶ κατέστησεν αὐτὸν ἐπὶ τὰς ἄρσεις οἴκου Ἰωσήφ.
29 Καὶ ἐγενήθη ἐν τῷ καιρῷ ἐκείνῳ, καὶ Ἱεροβοὰμ ἐξῆλθεν ἐξ Ἱερουσαλὴμ, καὶ εὗρεν αὐτὸν Ἀχιὰ ὁ Σηλωνίτης ὁ προφήτης ἐν τῇ ὁδῷ, καὶ ἀπέστησεν αὐτὸν ἐκ τῆς ὁδοῦ· καὶ Ἀχιὰ περιβεβλημένος ἱματίῳ καινῷ, καὶ ἀμφότεροι μόνοι ἐν τῷ πεδίῳ.
30 Καὶ ἐπελάβετο Ἀχιὰ τοῦ ἱματίου αὐτοῦ τοῦ καινοῦ τοῦ ἐπʼ αὐτῷ, καὶ διέῤῥηξεν αὐτὸ δώδεκα ῥήγματα,
31 καὶ εἶπε τῷ Ἱεροβοὰμ, λάβε σεαυτῷ δέκα ῥήγματα, ὅτι τάδε λέγει Κύριος ὁ Θεὸς Ἰσραὴλ, ἰδοὺ ἐγὼ ῥήσσω τὴν βασιλείαν ἐκ χειρὸς Σαλωμὼν, καὶ δώσω σοι δέκα σκῆπτρα.
32 Καὶ δύο σκῆπτρα ἔσονται αὐτῷ διὰ τὸν δοῦλόν μου Δαυὶδ, καὶ διὰ Ἱερουσαλὴμ τὴν πόλιν ἣν ἐξελεξάμην ἐν αὐτῇ ἐκ πασῶν φυλῶν Ἰσραήλ.
33 Ἀνθʼ ὧν ἐγκατέλιπέ με, καὶ ἐποίησε τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων, καὶ τῷ Χαμὼς, καὶ τοῖς εἰδώλοις Μωὰβ, καὶ τῷ βασιλεῖ αὐτῶν προσοχθίσματι υἱῶν Ἀμμὼν, καὶ οὐκ ἐπορεύθη ἐν ταῖς ὁδοῖς μου τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, ὡς Δαυὶδ ὁ πατὴρ αὐτοῦ.
34 Καὶ οὐ μὴ λάβω τὴν βασιλείαν ὅλην ἐκ χειρὸς αὐτοῦ, διότι ἀντιτασσόμενος ἀντιτάξομαι αὐτῳ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ, διὰ τὸν Δαυὶδ τὸν δοῦλόν μου ὃν ἐξελεξάμην αὐτόν.
35 Καὶ λήψομαι τὴν βασιλείαν ἐκ χειρὸς τοῦ υἱοῦ αὐτοῦ, καὶ δώσω σοι τὰ δέκα σκῆπτρα.
36 Τῷ δὲ υἱῷ αὐτοῦ δώσω τὰ δύο σκῆπτρα, ὅπως ᾖ θέσις τῷ δούλῳ μου Δαυὶδ πάσας τὰς ἡμέρας ἐνώπιον ἐμοῦ ἐν Ἱερουσαλὴμ τῇ πόλει, ἣν ἐξελεξάμην ἐμαυτῷ τοῦ θέσθαι τὸ ὄνομά μου ἐκεῖ.
37 Καὶ σὲ λήψομαι, καὶ βασιλεύσεις ἐν οἷς ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ σὺ ἔσῃ βασιλεὺς ἐπὶ τὸν Ἰσραήλ.
38 Καὶ ἔσται ἐὰν φυλάξῃς πάντα ὅσα ἂν ἐντείλωμαί σοι, καὶ πορευθῇς ἐν ταῖς ὁδοῖς μου, καὶ ποιήσῃς τὸ εὐθὲς ἐνώπιον ἐμοῦ, τοῦ φυλάξασθαι τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου, καθὼς ἐποίησε Δαυὶδ ὁ δοῦλός μου, καὶ ἔσομαι μετὰ σοῦ καὶ οἰκοδομήσω σοι οἶκον πιστὸν, καθὼς ᾠκοδόμησα τῷ Δαυίδ.
40 Καὶ ἐζήτησε Σαλωμὼν θανατῶσαι τὸν Ἱεροβοάμ· καὶ ἀνέστη καὶ ἀπέδρα εἰς Αἴγυπτον πρὸς Σουσακὶμ βασιλέα Αἰγύπτου, καὶ ἦν ἐν Αἰγύπτῳ ἕως οὗ ἀπέθανε Σαλωμών.
41 Καὶ τὰ λοιπὰ τῶν λόγων Σαλωμὼν, καὶ πάντα ὅσα ἐποίησε, καὶ πᾶσαν τὴν φρόνησιν αὐτοῦ, οὐκ ἰδοὺ ταῦτα γέγραπται ἐν βιβλίῳ ῥημάτων Σαλωμών;
42 Καὶ αἱ ἡμέραι ἃς ἐβασίλευε Σαλωμὼν ἐν Ἱερουσαλὴμ ἐπὶ πάντα Ἰσραὴλ τεσσαράκοντα ἔτη.
43 Καὶ ἐκοιμήθη Σαλωμὼν μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν πόλει Δαυὶδ τοῦ πατρὸς αὐτοῦ· καὶ ἐγενήθη ὡς ἤκουσεν Ἱεροβοὰμ υἱὸς Ναβὰτ, καὶ αὐτοῦ ἔτι ὄντος ἐν Αἰγύπτῳ ὡς ἔφυγεν ἐκ προσώπου Σαλωμὼν καὶ ἐκάθητο ἐν Αἰγύπτῳ, κατευθύνει καὶ ἔρχεται εἰς τὴν πόλιν αὐτοῦ εἰς τὴν γῆν Σαριρὰ τὴν ἐν ὄρει Ἐφραίμ. Καὶ ὁ βασιλεὺς Σαλωμὼν ἐκοιμήθη μετὰ τῶν πατέρων αὐτοῦ, καὶ ἐβασίλευσε Ῥοβοὰμ ὁ υἱὸς αὐτοῦ ἀντʼ αὐτοῦ.
Brenton English
1 And king Solomon was a lover of women. And he had seven hundred wives, princesses, and three hundred concubines. And he took strange women, as well as the daughter of Pharao, Moabitish, Ammanitish women, Syrians and Idumeans, Chettites, and Amorites;
2 of the nations concerning whom the Lord forbade the children of Israel, saying , Ye shall not go in to them, and they shall not come in to you, lest they turn away your hearts after their idols: Solomon clave to these in love.
4 And it came to pass in the time of the old age of Solomon, that his heart was not perfect with the Lord his God, as was the heart of David his father. And the strange women turned away his heart after their gods.
5 Then Solomon built a high place to Chamos the idol of Moab, and to their king the idol of the children of Ammon,
See Heb.
6 and to Astarte the abomination of the Sidonians.
7 And thus he acted towards all his strange wives, who burnt incense and sacrificed to their idols.
8 And Solomon did that which was evil in the sight of the Lord: he went not after the Lord, as David his father.
9 And the Lord was angry with Solomon, because he turned away his heart from the Lord God of Israel, who had appeared twice to him,
10 and charged him concerning this matter, by no means to go after other gods, but to take heed to do what the Lord God commanded him; neither was his heart perfect with the Lord, according to the heart of David his father.
11 And the Lord said to Solomon, Because it has been thus with thee, and thou hast not kept my commandments and my ordinances which I commanded thee, I will surely rend thy kingdom out of thy hand, and give it to thy servant.
12 Only in thy days I will not do it for David thy father's sake: but I will take it out of the hand of thy son.
them.
13 Only I will not take away the whole kingdom: I will give one tribe to thy son for David my servant's sake, and for the sake of Jerusalem, the city which I have chosen.
14 And the Lord raised up an enemy to Solomon, Ader the Idumæan, and Esrom son of Eliadaë who dwelt in Raama, and Adadezer king of Suba his master; (and men gathered to him, and he was head of the conspiracy, and he seized on Damasec,) and they were adversaries to Israel all the days of Solomon: and Ader the Idumæan was of the seed royal in Idumæa.
15 And it happened, that while David was utterly destroying Edom, while Joab captain of the host was going to bury the dead, when they slew every male in Idumæa;
16 (for Joab and all Israel abode there six months in Idumæa, until he utterly destroyed every male in Idumæa;)
17 that Ader ran away, he and all the Idumæans of the servants of his father with him; and they went into Egypt; and Ader was then a little child.
18 And there rise up men out of the city of Madiam, and they come to Pharan, and take men with them, and come to Pharao king of Egypt: and Ader went in to Pharao, and he gave him a house, and appointed him provision.
19 And Ader found great favour in the sight of Pharao, and he gave him his wife's sister in marriage, the elder sister of Thekemina.
20 And the sister of Thekemina bore to him, even to Ader, Ganebath her son; and Thekemina brought him up in the midst of the sons of Pharao, and Ganebath was in the midst of the sons of Pharao.
21 And Ader heard in Egypt that David slept with his fathers, and that Joab the captain of the host was dead; and Ader said to Pharao, Let me go, and I will return to my country.
22 And Pharao said to Ader, What lackest thou with me? that lo! thou seekest to depart to thy country? and Ader said to him, By all means let me go. So Ader returned to his country;
wherein art thou wanting?
25 this is the mischief which Ader did, and he was a bitter enemy of Israel, and he reigned in the land of Edom.
26 And Jeroboam the son of Nabat, the Ephrathite of Sarira, the son of a widow, was servant of Solomon.
27 And this was the occasion of his lifting up his hands against king Solomon: now king Solomon built the citadel, he completed the fortification of the city of David his father.
of his lifting.
28 And the man Jeroboam was very strong; and Solomon saw the young man that he was active, and he set him over the levies of the house of Joseph.
a man of works.
29 And it came to pass at that time, that Jeroboam went forth from Jerusalem, and Achia the Selonite the prophet found him in the way, and caused him to turn aside out of the way: and Achia was clad with a new garment, and they two were alone in the field.
both.
30 And Achia laid hold of his new garment that was upon him, and tore it into twelve pieces:
31 and he said to Jeroboam, Take to thyself ten pieces, for thus saith the Lord God of Israel, Behold, I rend the kingdom out of the hand of Solomon, and will give thee ten tribes.
sceptres. See Heb.
32 Yet he shall have two tribes, for my servant David's sake, and for the sake of Jerusalem, the city which I have chosen out of all the tribes of Israel.
33 Because he forsook me, and sacrificed to Astarte the abomination of the Sidonians, and to Chamos, and to the idols of Moab, and to their king the abomination of the children of Ammon, and he walked not in my ways, to do that which was right before me, as David his father did .
Moloch, or Milcom.
provocation.
34 Howbeit I will not take the whole kingdom out of his hand, (for I will certainly resist him all the days of his life,) for David my servant's sake, whom I have chosen.
35 But I will take the kingdom out of the hand of his son, and give thee ten tribes.
36 But to his son I will give the two remaining tribes, that my servant David may have an establishment continually before me in Jerusalem, the city which I have chosen for myself to put my name there.
37 And I will take thee, and thou shalt reign as thy soul desires, and thou shalt be king over Israel.
in all, or among all which, etc.
38 And it shall come to pass, if thou wilt keep all the commandments that I shall give thee, and wilt walk in my ways, and do that which is right before me, to keep my ordinances and my commandments, as David my servant did, that I will be with thee, and will build thee a sure house, as I built to David.
40 And Solomon sought to slay Jeroboam: but he arose and fled into Egypt, to Susakim king of Egypt, and he was in Egypt until Solomon died.
41 And the rest of the history of Solomon, and all that he did, and all his wisdom, behold are not these things written in the book of the life of Solomon?
words.
words or things.
42 And the days during which Solomon reigned in Jerusalem over all Israel were forty years.
43 And Solomon slept with his fathers, and they buried him in the city of David his father. And it came to pass when Jeroboam son of Nabat heard of it , even while he was yet in Egypt as he fled from the face of Solomon and dwelt in Egypt, he straightway comes into his own city, into the land of Sarira in the mount of Ephraim. And king Solomon slept with his fathers, and Roboam his son reigned in his stead.
Compare Greek and Hebrew numbering. Read the Hebrew-based Bible book
Source and license
L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.
Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.
Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.