Berean BlueApp preview

1 Samuel 20

Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.

Choose a chapter of 1 Samuel

Greek text or English translation.

Greek Septuagint

1 Καὶ ἀπέδρα Δαυὶδ ἐκ Ναυὰθ ἐν Ῥαμᾷ, καὶ ἔρχεται ἐνώπιον Ἰωνάθαν, καὶ εἶπε, τί πεποίηκα, καὶ τί τὸ ἀδίκημά μου, καὶ τί ἡμάρτηκα ἐνώπιον τοῦ πατρός σου, ὅτι ἐπιζητεῖ τὴν ψυχήν μου;

2 Καὶ εἶπεν αὐτῷ Ἰωνάθαν, μηδαμῶς σοι, οὐ μὴ ἀποθάνῃς· ἰδοὺ οὐ μὴ ποιήσῃ ὁ πατήρ μου ῥῆμα μέγα ἢ μικρὸν, καὶ οὐκ ἀποκαλύψει τὸ ὠτίον μου· καὶ τί ὅτι κρύψει ὁ πατήρ μου ἀπʼ ἐμοῦ τὸ ῥῆμα τοῦτο; οὐκ ἔστι τοῦτο.

3 Καὶ ἀπεκρίθη Δαυὶδ τῷ Ἰωνάθαν, καὶ εἶπε, γινώσκων οἶδεν ὁ πατήρ σου, ὅτι, εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, καὶ εἶπε, μὴ γνῶναι τοῦτο Ἰωνάθαν, μὴ οὐ βούληται· ἀλλὰ ζῇ Κύριος καὶ ζῇ ἡ ψυχή σου, ὅτι καθὼς εἶπον, ἐμπέπλησται ἀναμέσον ἐμοῦ καὶ τοῦ θανάτου.

4 Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, τί ἐπιθυμεῖ ἡ ψυχή σου, καὶ τί ποιήσω σοι;

5 Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν, ἰδοὺ δὴ νεομηνία αὔριον, καὶ ἐγὼ καθίσας οὐ καθήσομαι φαγεῖν, καὶ ἐξαποστελεῖς με, καὶ κρυβήσομαι ἐν τῷ πεδίῳ ἕως δείλης.

6 Καὶ ἐὰν ἐπισκεπτόμενος ἐπισκέψηταί με ὁ πατήρ σου, καὶ ἐρεῖς, παραιτούμενος παρῃτήσατο ἀπʼ ἐμοῦ Δαυὶδ δραμεῖν ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ, ὅτι θυσία τῶν ἡμερῶν ἐκεῖ ὅλῃ τῇ φυλῇ.

7 Ἐὰν τάδε εἴπῃ, ἀγαθῶς, εἰρήνη τῷ δούλῳ σου· καὶ ἐὰν σκληρῶς ἀποκριθῇ σοι, γνῶθι ὅτι συντετέλεσται ἡ κακία παρʼ αὐτοῦ.

8 Καὶ ποιήσεις ἔλεος μετὰ δούλου σου, ὅτι εἰσήγαγες εἰς διαθήκην Κυρίου τὸν δοῦλόν σου μετὰ σεαυτοῦ· καὶ εἰ ἔστιν ἀδικία ἐν τῷ δούλῳ σου, θανάτωσόν με σὺ, καὶ ἕως τοῦ πατρός σου ἱνατί οὕτως εἰσάγεις με;

9 Καὶ εἶπεν Ἰωνάθαν, μηδαμῶς σοι· ὅτι ἐὰν γινῶσκων γνῶ ὅτι συντετέλεσται ἡ κακία παρὰ τοῦ πατρός μου τοῦ ἐλθεῖν ἐπὶ σὲ, καὶ ἐὰν μὴ ᾖ εἰς τὰς πόλεις σου, ἐγὼ ἀπαγγελῶ σοι.

10 Καὶ εἶπε Δαυὶδ πρὸς Ἰωνάθαν, τίς ἀπαγγείλῃ μοι, ἐὰν ἀποκριθῇ ὁ πατήρ σου σκληρῶς;

11 Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, πορεύου, καὶ μὲνε εἰς ἀγρόν· καὶ ἐκπορεύονται ἀμφότεροι εἰς ἀγρόν.

12 Καὶ εἶπεν Ἰωνάθαν πρὸς Δαυὶδ, Κύριος ὁ Θεὸς Ἰσραὴλ οἶδεν, ὅτι ἀνακρινῶ τὸν πάτερα μου ὡς ἂν ὁ καιρὸς, τρισσῶς, καὶ ἰδοὺ ἀγαθὸν ᾖ περὶ Δαυὶδ, καὶ οὐ μὴ ἀποστείλω πρὸς σὲ εἰς ἀγρὸν,

13 τάδε ποιήσαι ὁ Θεὸς τῷ Ἰωνάθαν καὶ τάδε προσθείη· ὅτι ἀνοίσω τὰ κακὰ ἐπὶ σὲ, καὶ ἀποκαλύψω τὸ ὠτίον σου, καὶ ἐξαποστελῶ σε καὶ ἀπελεύσῃ εἰς εἰρήνην, καὶ ἔσται Κύριος μετὰ σοῦ καθὼς ἦν μετὰ τοῦ πατρός μου.

14 Καὶ ἐὰν μὲν ἔτι μου ζῶντος, καὶ ποιήσεις ἔλεος μετʼ ἐμοῦ· καὶ ἐὰν θανάτῳ ἀποθάνω,

15 οὐκ ἐξαρεῖς ἔλεός σου ἀπὸ τοῦ οἴκου μου ἕως τοῦ αἰῶνος· καὶ εἰ μὴ, ἐν τῷ ἐξαίρειν Κύριον τοὺς ἐχθροὺς Δαυὶδ ἔκαστον ἀπὸ τοῦ προσώπου τῆς γῆς,

16 εὑρεθῆναι τὸ ὄνομα τοῦ Ἰωνάθαν ἀπὸ τοῦ οἴκου Δαυὶδ, καὶ ἐκζητῆσαι Κύριος ἐχθροὺς τοῦ Δαυίδ.

17 Καὶ προσέθετο ἔτι Ἰωνάθαν ὀμόσαι τῷ Δαυίδ, ὅτι ἠγάπησε ψυχὴν ἀγαπῶντος αὐτόν.

18 Καὶ εἶπεν Ἰωνάθαν, αὔριον νεομηνία, καὶ ἐπισκεπήσῃ, ὅτι ἐπισκεπήσεται καθέδρα σου.

19 Καὶ τρισσεύσεις καὶ ἐπισκεψῃ καὶ ἥξεις εἰς τὸν τόπον σου οὗ κρυβῇς ἐν τῇ ἡμέρᾳ τῇ ἐργασίμῃ, καὶ καθήσῃ παρὰ τὸ ἐργὰβ ἐκεῖνο.

20 Καὶ ἐγὼ τρισσεύσω ταῖς σχίζαις ἀκοντίζων, ἐκπέμπων εἰς τὴν ʼΑματταρί.

21 Καὶ ἰδοὺ ἀποστέλλω τὸ παιδάριον, λέγων, δεῦρο, εὗρέ μοι τὴν σχίζαν. Ἐὰν εἴπω λέγων τῷ παιδαρίῳ, ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ὧδε, λάβε αὐτήν· παραγίνου, ὅτι εἰρήνη σοι, καὶ οὐκ ἔστι λόγος, ζῇ Κύριος·

22 ἐὰν τάδε εἴπω τῷ νεανίσκῳ, ὧδε ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα· πορεύου, ὅτι ἐξαπέσταλκέ σε Κύριος.

23 Καὶ τὸ ῥῆμα ὃ ἐλαλήσαμεν ἐγὼ καὶ σὺ, ἰδοὺ Κύριος μάρτυς ἀναμέσον ἐμοῦ καὶ σοῦ ἕως αἰῶνος.

24 Καὶ κρύπτεται Δαυὶδ ἐν ἀγρῷ, καὶ παραγίνεται ὁ μὴν, καὶ ἔρχεται ὁ βασιλεὺς ἐπὶ τὴν τράπεζαν τοῦ φαγεῖν.

25 Καὶ ἐκάθισεν ἐπὶ τὴν καθέδραν αὐτοῦ ὡς ἅπαξ καὶ ἅπαξ ἐπὶ τῆς καθέδρας παρὰ τοῖχον, καὶ προέφθασε τὸν Ἰωνάθαν, καὶ ἐκάθισεν Ἀβεννὴρ ἐκ πλαγίων Σαοὺλ, καὶ ἐπεσκέπη ὁ τόπος Δαυίδ.

26 Καὶ οὐκ ἐλάλησε Σαοὺλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ὅτι εἴρηκε, σύμπτωμα φαίνεται, μὴ καθαρὸς εἶναι, ὅτι οὐ κεκαθάρισται.

27 Καὶ ἐγενήθη τῇ ἐπαύριον τοῦ μηνὸς τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, καὶ ἐπεσκέπη ὁ τόπος τοῦ Δαυίδ· καὶ εἶπε Σαοὺλ πρὸς Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, τί ὅτι οὐ παραγέγονεν ὁ υἱὸς Ἰεσσαὶ καὶ ἐχθὲς καὶ σήμερον ἐπὶ τὴν τράπεζαν;

28 Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, καὶ εἶπεν αὐτῷ, παρῄτηται παρʼ ἐμοῦ Δαυὶδ ἕως εἰς Βηθλεὲμ τὴν πόλιν αὐτοῦ πορευθῆναι.

29 Καὶ εἶπεν, ἐξαπόστειλον δή με, ὅτι θυσία τῆς φυλῆς ἡμῖν ἐν τῇ πόλει, καὶ ἐνετείλαντο πρὸς μὲ οἱ ἀδελφοί μου· καὶ νῦν εἰ εὕρηκα χάριν ἐν ὀφθαλμοῖς σου, διαβήσομαι δὴ καὶ ὄψομαι τοὺς ἀδελφούς μου· διὰ τοῦτο οὐ παραγέγονεν ἐπὶ τὴν τράπεζαν τοῦ βασιλέως.

30 Καὶ ἐθυμώθη ὀργῇ Σαοὺλ ἐπὶ Ἰωνάθαν σφόδρα, καὶ εἶπεν αὐτῷ, υἱὲ κορασίων αὐτομολούντων, οὐ γὰρ οἶδα ὅτι μέτοχος εἶ σὺ τῷ υἱῷ Ἰεσσαὶ εἰς αἰσχύνην σου, καὶ εἰς αἰσχύνην ἀποκαλύψεως μητρός σου;

31 ὅτι πάσας τὰς ἡμέρας ἃς ὁ υἱὸς Ἰεσσαὶ ζῇ ἐπὶ τῆς γῆς, οὐχ ἑτοιμασθήσεται ἡ βασιλεία σου· νῦν οὖν ἀποστείλας λάβε τὸν νεανίαν, ὅτι υἱὸς θανάτου οὗτος.

32 Καὶ ἀπεκρίθη Ἰωνάθαν τῷ Σαοὺλ, ἵνατί ἀποθνήσκει; τί πεποίηκε;

33 Καὶ ἐπῇρε Σαοὺλ τὸ δόρυ ἐπὶ Ἰωνάθαν τοῦ θανατῶσαι αὐτόν· καὶ ἔγνω Ἰωνάθαν ὅτι συντετέλεσται ἡ κακία αὕτη παρὰ τοῦ πατρὸς αὐτοῦ θανατῶσαι τὸν Δαυίδ.

34 Καὶ ἀνεπήδησεν Ἰωνάθαν ἀπὸ τῆς τραπέζης ἐν ὀργῇ θυμοῦ, καὶ οὐκ ἔφαγεν ἐν τῇ δευτέρᾳ τοῦ μηνὸς ἄρτον, ὅτι ἐθρανσθη ἐπὶ τὸν Δαυὶδ, ὅτι συνετέλεσεν ἐπʼ αὐτὸν ὁ πατὴρ αὐτοῦ.

35 Καὶ ἐγενήθη πρωὶ, καὶ ἐξῆλθεν Ἰωνάθαν εἰς ἀγρόν, καθὼς ἐτάξατο εἰς τὸ μαρτύριον Δαυίδ, καὶ παιδάριον μικρὸν μετʼ αὐτοῦ.

36 Καὶ εἶπε τῷ παιδαρίω, δράυε, εὗρέ μοι τὰς σχίζας ἐν αἷς ἐγὼ ἀκοντίζω· και τὸ παιδάμε ἔδραυε, και αὐτὸς ἠκόντισε τῇ σχίζῃ, καὶ παρήγαγεν αὐτήν.

37 Καὶ ἦλθεν τὸ παιδάριον ἕως τοῦ τόπου τῆς σχίζης οὗ ἠκόντιζεν Ἰωνάθαν· καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ νεανίου, καὶ εἶπεν, ἐκεῖ ἡ σχίζα ἀπὸ σοῦ καὶ ἐπέκεινα·

38 Καὶ ἀνεβόησεν Ἰωνάθαν ὀπίσω τοῦ παιδαρίου αὐτοῦ, λέγων, ταχύνας σπεῦσον, καὶ μὴ στῇς· καὶ ἀνέλεξε τὸ παιδάριον Ἰωνάθαν τὰς σχίζας, καὶ ἤνεγκε τὰς σχίζας πρὸς τὸν κύριον αὐτοῦ.

39 καὶ τὸ παιδάριον οὐκ ἔγνω οὐθὲν, πάρεξ Ἰωνάθαν καὶ Δαυίδ.

40 καὶ Ἰωνάθαν ἔδωκε τὰ σκεύη αὐτοῦ ἐπὶ τὸ παιδάριον αὐτοῦ, καὶ εἶπε τῷ παιδαρίῳ αὐτοῦ, πορεύου, εἴσελθε εἰς τὴν πόλιν.

41 Καὶ ὡς εἰσῆλθε τὸ παιδάριον, καὶ Δαυὶδ ἀνέστη ἀπὸ τοῦ ἀργὰβ, καὶ ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ, καὶ προσεκύνησεν αὐτῷ τρίς, καὶ κατεφίλησεν ἕκαστος τὸν πλησίον αὐτοῦ, καὶ ἔκλαυσεν ἕκαστος τῷ πλησίον αὐτοῦ, ἕως συντελείας μεγάλης.

42 Καὶ εἶπεν Ἰωνάθαν τῷ Δαυὶδ, πορεύου εἰς εἰρήνην, καὶ ὡς ὀμωμόκαμεν ἡμεῖς ἀμφότεροι ἐν ὀνόματι Κυρίου, λέγοντες, Κύριος ἔσται μάρτυς ἀνὰμέσον ἐμοῦ καὶ σοῦ, καὶ ἀνὰμέσον τοῦ σηέρματός μου καὶ ἀναμέσον τοῦ σπέρματός σον ἕως αἰῶνος·

Brenton English

1 And David fled from Navath in Rama, and comes into the presence of Jonathan; and he said, What have I done, and what is my fault, and wherein have I sinned before thy father, that he seeks my life?

2 And Jonathan said to him, Far be it from thee: thou shalt not die: behold, my father will not do any thing great or small without discovering it to me; and why should my father hide this matter from me? this thing is not so .

and will not uncover my ear.

3 And David answered Jonathan, and said, Thy father knows surely that I have found grace in thy sight, and he said, Let not Jonathan know this, lest he refuse his consent: but as the Lord lives and thy soul lives, as I said, the space is filled up between me and death.

4 And Jonathan said to David, What does thy soul desire, and what shall I do for thee?

5 And David said to Jonathan, Behold, to-morrow is the new moon, and I shall not on any account sit down to eat, but thou shalt let me go, and I will hide in the plain till the evening.

6 And if thy father do in anywise enquire for me, then shalt thou say, David earnestly asked leave of me to run to Bethleem his city, for there is there a yearly sacrifice for all the family.

notice me as present or absent.

sacrifice of days. Hebraism.

7 If he shall say thus, Well,— all is safe for thy servant: but if he shall answer harshly to thee, know that evil is determined by him.

peace to thy servant.

8 And thou shalt deal mercifully with thy servant; for thou hast brought thy servant into a covenant of the Lord with thyself: and if there is iniquity in thy servant, slay me thyself; but why dost thou thus bring me to thy father?

9 And Jonathan said, That be far from thee: for if I surely know that evil is determined by my father to come upon thee, although it should not be against thy cities, I will tell thee.

10 And David said to Jonathan, Who can tell me if thy father should answer roughly?

11 And Jonathan said to David, Go, and abide in the field. And they went out both into the field.

12 And Jonathan said to David, The Lord God of Israel knows that I will sound my father as I have an opportunity, three several times, and, behold, if good should be determined concerning David, and I do not send to thee to the field,

השליח the third day.

13 God do so to Jonathan and more also: as I shall also report the evil to thee, and make it known to thee, and I will let thee go; and thou shalt depart in peace, and the Lord shall be with thee, as he was with my father.

14 And if indeed I continue to live, then shalt thou deal mercifully with me; and if I indeed die,

I yet being alive.

15 thou shalt not withdraw thy mercy from my house for ever: and if thou doest not, when the Lord cuts off the enemies of David each from the face of the earth,

The meaning of the Heb. is here greatly obscured.

16 should it happen that the name of Jonathan be discovered by the house of David, then let the Lord seek out the enemies of David.

17 And Jonathan swore yet again to David, because he loved the soul of him that loved him.

18 And Jonathan said, To-morrow is the new moon, and thou wilt be enquired for, because thy seat will be observed as vacant.

19 And thou shalt stay three days, and watch an opportunity, and shalt come to thy place where thou mayest hide thyself in the day of thy business, and thou shalt wait by that ergab.

act thrice.

A corruption of the Heb. ezel.

20 And I will shoot three arrows, aiming them at a mark.

with.

The Heb. has been turned into a proper name.

21 And behold, I will send a lad, saying, Go find me the arrow.

22 If I should expressly say to the lad, The arrow is here, and on this side of thee, take it; then come, for it is well with thee, and there is no reason for fear, as the Lord lives: but if I should say thus to the young man, The arrow is on that side of thee, and beyond; go, for the Lord hath sent thee away.

23 And as for the word which thou and I have spoken, behold, the Lord is witness between me and thee for ever.

24 So David hides himself in the field, and the new month arrives, and the king comes to the table to eat.

moon.

25 And he sat upon his seat as in former times, even on his seat by the wall, and he went before Jonathan; and Abenner sat on one side of Saul, and the place of David was empty.

once and once.

26 And Saul said nothing on that day, for he said, It seems to have fallen out that he is not clean, because he has not purified himself.

27 And it came to pass on the morrow, on the second day of the month, that the place of David was empty; and Saul said to Jonathan his son, Why has not the son of Jessæ attended both yesterday and to-day at the table?

28 And Jonathan answered Saul, and said to him, David asked leave of me to go as far as Bethleem his city;

29 and he said, Let me go, I pray thee, for we have a family sacrifice in the city, and my brethren have sent for me; and now, if I have found grace in thine eyes, I will even go over and see my brethren: therefore he is not present at the table of the king.

given a charge for me.

30 And Saul was exceedingly angry with Jonathan, and said to him, Thou son of traitorous damsels! for do I not know that thou art an accomplice with the son of Jessæ to thy shame, and to the shame of thy mother's nakedness?

deserting in a military sense.

31 For so long as the son of Jessæ lives upon the earth, thy kingdom shall not be established: now then send and take the young man, for he shall surely die.

all the days that.

is a son of death.

32 And Jonathan answered Saul, Why is he to die? what has he done?

does he die.

33 And Saul lifted up his spear against Jonathan to slay him: so Jonathan knew that this evil was determined on by his father to slay David.

34 And Jonathan sprang up from the table in great anger, and did not eat bread on the second day of the month, for he grieved bitterly for David, because his father determined on mischief against him.

35 And morning came, and Jonathan went out to the field, as he appointed to do for a signal to David, and a little boy was with him.

36 And he said to the boy, Run, find me the arrows which I shoot: and the boy ran, and Jonathan shot an arrow, and sent it beyond him .

37 And the boy came to the place where the arrow was which Jonathan shot; and Jonathan cried out after the lad, and said, The arrow is on that side of thee and beyond thee.

38 And Jonathan cried out after his boy, saying, Make all speed, and stay not. And Jonathan's boy gathered up the arrows, and brought the arrows to his master.

39 And the boy knew nothing, only Jonathan and David knew .

40 And Jonathan gave his weapons to his boy, and said to his boy, Go, enter into the city.

41 And when the lad went in, then David arose from the argab, and fell upon his face, and did obeisance to him three times, and they kissed each other, and wept for each other, for a great while.

See v. 19.

42 And Jonathan said to David, Go in peace, and as we have both sworn in the name of the Lord, saying, The Lord shall be witness between me and thee, and between my seed and thy seed for ever— even so let it be .

Compare Greek and Hebrew numbering. Read the Hebrew-based Bible book

Source and license

L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.

Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.

Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.