2 Samuel 24
Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.
Greek text or English translation.
Greek Septuagint
1 Καὶ προσέθετο ὀργὴν Κύριος ἐκκαῆναι ἐν Ἰσραήλ, καὶ ἐπέσεισε τὸν Δαυὶδ ἐν αὐτοῖς, λέγων, βάδιζε, ἀρίθμησον τὸν Ἰσραὴλ καὶ τὸν Ἰούδαν.
2 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ἰωὰβ ἄρχοντα τῆς ἰσχύος τὸν μετʼ αὐτοῦ, διέλθε δὴ πάσας φυλὰς Ἰσραὴλ καὶ Ἰούδα, ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεέ, καὶ ἐπίσκεψαι τὸν λαὸν, καὶ γνώσομαι τὸν ἀριθμὸν τοῦ λαοῦ.
3 Καὶ εἶπεν Ἰωὰβ πρὸς τὸν βασιλέα, καὶ προσθείη Κύριος ὁ Θεὸς πρὸς τὸν λαὸν ὥσπερ αὐτοὺς καὶ ὥσπερ αὐτοὺς ἑκατονταπλασίονα, καὶ ὀφθαλμοὶ τοῦ κυρίου μου τοῦ βασιλέως ὁρῶντες· καὶ ὁ κύριός μου ὁ βασιλεὺς ἱνατί βούλεται ἐν τῷ λόγῳ τούτῳ;
4 Καὶ ὑπερίσχυσεν ὁ λόγος τοῦ βασιλέως πρὸς Ἰωὰβ καὶ εἰς τοὺς ἄρχοντας τῆς δυνάμεως· Καὶ ἐξῆλθεν Ἰωὰβ καὶ οἱ ἄρχοντες τῆς ἰσχύος ἐνώπιον τοῦ βασιλέως ἐπισκέψασθαι τὸν λαὸν τὸν Ἰσραήλ.
5 Καὶ διέβησαν τὸν Ἰορδάνην, καὶ παρενέβαλον ἐν Ἀροὴρ ἐκ δεξιῶν τῆς πόλεως τῆς ἐν μέσῳ τῆς φάραγγος Γὰδ καὶ Ἐλιέζερ.
6 Καὶ ἦλθον εἰς Γαλαὰδ καὶ εἰς γῆν Θαβασὼν, ἥ ἐστιν Ἀδασαὶ, καὶ παρεγένοντο εἰς Δανιδὰν καὶ Οὐδὰν, καὶ ἐκύκλωσαν Σιδῶνα.
7 Καὶ ἦλθον εἰς Μάψαρ Τύρου, καὶ εἰς πάσας τὰς πόλεις τοῦ Εὐαίου καὶ τοῦ Χαναναίου· καὶ ἦλθαν κατὰ Νότον Ἰούδα εἰς Βηρσαβεὲ,
8 καὶ περιώδευσαν ἐν πάσῃ τῇ γῇ· καὶ παρεγένοντο ἀπὸ τέλους ἐννέα μηνῶν καὶ εἴκοσι ἡμερῶν εἰς Ἰερουσαλήμ.
9 Καὶ ἔδωκεν Ἰωὰβ τὸν ἀριθμὸν τῆς ἐπισκέψεως τοῦ λαοῦ πρὸς τὸν βασιλέα· καὶ ἐγένετο Ἰσραὴλ, ὀκτακόσιαι χιλιάδες ἀνδρῶν δυνάμεως σπωμένων ῥομφαίαν· καὶ ἀνὴρ Ἰούδα, πεντακόσιαι χιλιάδες ἀνδρῶν μαχητῶν.
10 Καὶ ἐπάταξε καρδία Δαυὶδ αὐτὸν μετὰ τὸ ἀριθμῆσαι τὸν λαόν· καὶ εἶπε Δαυὶδ πρὸς Κύριον, ἥμαρτον σφόδρα ὃ ἐποίησα νῦν Κύριε· παραβίβασον δὴ τὴν ἀνομίαν τοῦ δούλου σου, ὅτι ἐμωράνθην σφόδρα.
11 Καὶ ἀνέστη Δαυὶδ τοπρωΐ· καὶ λόγος Κυρίου ἐγένετο πρὸς Γὰδ τὸν προφήτην τὸν ὁρῶντα, λέγων,
12 πορεύθητι, καὶ λάλησον πρὸς Δαυὶδ, λέγων, τάδε λέγει Κύριος, τρία ἐγώ εἰμι αἴρω ἐπὶ σὲ, καὶ ἔκλεξαι σεαυτῷ ἓν ἐξ αὐτῶν, καὶ ποιήσω σοι.
13 Καὶ εἰσῆλθε Γὰδ πρὸς Δαυὶδ, καὶ ἀνήγγειλε, καὶ εἶπεν αὐτῷ, ἔκλεξαι σεαυτῷ γενέσθαι, εἰ ἔλθῃ σοι τρία ἔτη λιμὸς ἐν τῇ γῇ σου, ἢ τρεῖς μῆνας φεύγειν σε ἔμπροσθεν τῶν ἐχθρῶν σου, καὶ ἔσονται διώκοντές σε, ἢ γενέσθαι τρεῖς ἡμέρας θάνατον ἐν τῇ γῇ σου· νῦν οὖν γνῶθι καὶ ἴδε τί ἀποκριθῶ τῷ ἀποστείλαντί με ῥῆμα.
14 Καὶ εἶπε Δαυὶδ πρὸς Γὰδ, στενά μοι πάντοθεν σφόδρα ἐστίν· ἐμπεσοῦμαι δὴ εἰς χεῖρας Κυρίου, ὅτι πολλοὶ οἱ οἰκτιρμοὶ αὐτοῦ σφόδρα· εἰς δὲ χεῖρας ἀνθρώπου οὐ μὴ ἐμπέσω.
15 Καὶ ἐξελέξατο ἑαυτῷ Δαυὶδ τὸν θάνατον· καὶ ἡμέραι θερισμοῦ πυρῶν· καὶ ἔδωκε Κύριος θάνατον ἐν Ἰσραὴλ ἀπὸ πρωΐθεν ἕως ὥρας ἀρίστου, καὶ ἤρξατο ἡ θραῦσις ἐν τῷ λαῷ· καὶ ἀπέθανεν ἐκ τοῦ λαοῦ ἀπὸ Δὰν καὶ ἕως Βηρσαβεὲ, ἑβδομήκοντα χιλιάδες ἀνδρῶν.
16 Καὶ ἐξέτεινεν ὁ ἄγγελος τοῦ Θεοῦ τὴν χεῖρα αὐτοῦ εἰς Ἱερουσαλὴμ τοῦ διαφθεῖραι αὐτὴν, καὶ παρεκλήθη Κύριος ἐπὶ τῇ κακίᾳ, καὶ εἶπε τῷ ἀγγέλῳ τῷ διαφθείροντι ἐν τῷ λαῷ, πολὺ νῦν, ἄνες τὴν χεῖρά σου· καὶ ὁ ἄγγελος Κυρίου ἦν παρὰ τῇ ἅλῳ Ὀρνὰ τοῦ Ἰεβουσαίου.
17 Καὶ εἶπε Δαυὶδ πρὸς Κύριον, ἐν τῷ ἰδεῖν αὐτὸν τὸν ἄγγελον τὸν τύπτοντα ἐν τῷ λαῷ, καὶ εἶπεν, ἰδοὺ, ἐγώ εἰμι ἠδίκησα· καὶ οὗτοι τὰ πρόβατα τί ἐποίησαν; γενέσθω δὴ ἡ χείρ σου ἐν ἐμοὶ, καὶ ἐν τῷ οἴκῳ τοῦ πατρός μου.
18 Καὶ ἦλθε Γὰδ πρὸς Δαυὶδ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἶπεν αὐτῷ, ἀνάβηθι, καὶ στῆσον τῷ Κυρίῳ θυσιαστήριον ἐν τῷ ἅλωνι Ὀρνὰ τοῦ Ἰεβουσαίου.
19 Καὶ ἀνέβη Δαυὶδ κατὰ τὸν λόγον Γὰδ, καθʼ ὃν τρόπον ἐνετείλατο αὐτῷ Κύριος.
20 Καὶ διέκυψεν Ὀρνὰ, καὶ εἶδε τὸν βασιλέα καὶ τοὺς παῖδας αὐτοῦ παραπορευομένους ἐπάνω αὐτοῦ· καὶ ἐξῆλθεν Ὀρνὰ, καὶ προσεκύνησε τῷ βασιλεῖ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν.
21 Καὶ εἶπεν Ὀρνὰ, τί ὅτι ἦλθεν ὁ κύριός μου ὁ βασιλεὺς πρὸς τὸν δοῦλον αὐτοῦ; καὶ εἶπε Δαυὶδ, κτήσασθαι παρὰ σοῦ τὸν ἅλωνα τοῦ οἰκοδομῆσαι θυσιαστήριον τῷ Κυρίῳ, καὶ συσχεθῇ ἡ θραῦσις ἐπάνω τοῦ λαοῦ.
22 Καὶ εἶπεν Ὀρνὰ πρὸς Δαυὶδ, λαβέτω καὶ ἀνενεγκάτω ὁ κύριός μου ὁ βασιλεὺς τῷ Κυρίῳ τὸ ἀγαθὸν ἐν ὀφθαλμοῖς αὐτοῦ· ἰδοὺ οἱ βόες εἰς ὁλοκαύτωμα, καὶ οἱ τροχοὶ καὶ τὰ σκεύη τῶν βοῶν εἰς ξύλα.
23 Τὰ πάντα ἔδωκεν Ὀρνὰ τῷ βασιλεῖ· καὶ εἶπεν Ὀρνὰ πρὸς τὸν βασιλέα, Κύριος ὁ Θεός σου εὐλογήσαι σε.
24 Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Ὀρνὰ, οὐχὶ, ὅτι ἀλλὰ κτώμενος κτήσομαι παρὰ σοῦ ἐν ἀναλλάγματι, καὶ οὐκ ἀνοίσω τῷ Κυρίῳ μου Θεῷ ὁλοκαύτωμα δωρεάν. Καὶ ἐκτήσατο Δαυὶδ τὸν ἅλωνα καὶ τοὺς βόας ἐν ἀργυρίῳ σίκλων πεντήκοντα.
25 Καὶ ᾠκοδόμησεν ἐκεῖ Δαυὶδ θυσιαστήριον Κυρίῳ, καὶ ἀνήνεγκεν ὁλοκαυτώσεις καὶ εἰρηνικάς· καὶ προσέθηκε Σαλωμὼν ἐπὶ τὸ θυσιαστήριον ἐπʼ ἐσχάτῳ, ὅτι μικρὸν ἦν ἐν πρώτοις· καὶ ἐπήκουσε Κύριος τῇ γῇ, καὶ συνεσχέθη ἡ θραῦσις ἐπάνωθεν Ἰσραήλ.
Brenton English
1 And the Lord caused his anger to burn forth again in Israel, and Satan stirred up David against them, saying, Go, number Israel and Juda.
2 And the king said to Joab commander of the host, who was with him, Go now through all the tribes of Israel and Juda, from Dan even to Bersabee, and number the people, and I will know the number of the people.
3 And Joab said to the king, Now may the Lord add to the people a hundred-fold as many as they are, and may the eyes of my lord the king see it: but why does my lord the king desire this thing?
seeing.
4 Nevertheless the word of the king prevailed against Joab and the captains of the host: And Joab and the captains of the host went out before the king to number the people of Israel.
5 And they went over Jordan, and encamped in Aroer, on the right of the city which is in the midst of the valley of Gad and Eliezer.
6 And they came to Galaad, and into the land of Thabason, which is Adasai, and they came to Danidan and Udan, and compassed Sidon.
7 And they came to Mapsar of Tyre, and to all the cities of the Evite and the Chananite: and they came by the south of Juda to Bersabee.
8 And they compassed the whole land; and they arrived at Jerusalem at the end of nine months and twenty days.
9 And Joab gave in the number of the census of the people to the king: and Israel consisted of eight hundred thousand men of might that drew sword; and the men of Juda, five hundred thousand fighting men.
10 And the heart of David smote him after he had numbered the people; and David said to the Lord, I have sinned grievously, O Lord, in what I have now done: remove, I pray thee, the iniquity of thy servant, for I have been exceedingly foolish.
11 And David rose early in the morning, and the word of the Lord came to the prophet Gad, the seer, saying, Go, and speak to David, saying,
12 Thus saith the Lord, I bring one of three things upon thee: now choose thee one of them, and I will do it to thee.
The word εἰμὶ is simply redundant.
13 And Gad went in to David, and told him, and said to him, Choose one of these things to befal thee, whether there shall come upon thee for three years famine in thy land; or that thou shouldest flee three months before thine enemies, and they should pursue thee; or that there should be for three days mortality in thy land. Now then decide, and see what answer I shall return to him that sent me.
14 And David said to Gad, On every side I am much straitened: let me fall now into the hands of the Lord, for his compassions are very many; and let me not fall into the hands of man.
things are very narrow to me.
15 So David chose for himself the mortality: and they were the days of wheat-harvest; and the Lord sent a pestilence upon Israel from morning till noon, and the plague began among the people; and there died of the people from Dan even to Bersabee seventy thousand men.
dinner time.
16 And the angel of the Lord stretched out his hand against Jerusalem to destroy it, and the Lord repented of the evil, and said to the angel that destroyed the people, It is enough now, withhold thine hand. And the angel of the Lord was by the threshing-floor of Orna the Jebusite.
much.
17 And David spoke to the Lord when he saw the angel smiting the people, and he said, Behold, it is I that have done wrong, but these sheep what have they done? Let thy hand, I pray thee, be upon me, and upon my father's house.
adds, 'and I the shepherd have done wickedly.'
18 And Gad came to David in that day, and said to him, Go up, and set up to the Lord an altar in the threshing-floor of Orna the Jebusite.
19 And David went up according to the word of Gad, as the Lord commanded him.
20 And Orna looked out, and saw the king and his servants coming on before him: and Orna went forth, and did obeisance to the king with his face to the earth.
stooped. See 1 Pet. 1. 12.; also John 20. 5.
21 And Orna said, Why has my lord the king come to his servant? and David said, To buy of thee the threshing-floor, in order to build an altar to the Lord, that the plague may be restrained from off the people.
22 And Orna said to David, Let my lord the king take and offer to the Lord that which is good in his eyes: behold, here are oxen for a whole-burnt-offering, and the wheels and furniture of the oxen for wood.
23 Orna gave all to the king: and Orna said to the king, The Lord thy God bless thee.
24 And the king said to Orna, Nay, but I will surely buy it of thee at a fair price, and I will not offer to the Lord my God a whole-burnt-offering for nothing. So David purchased the threshing-floor and the oxen for fifty shekels of silver.
silver of fifty shekels.
25 And David built there an altar to the Lord, and offered up whole-burnt-offerings and peace-offerings: and Solomon made an addition to the altar afterwards, for it was little at first. And the Lord hearkened to the land, and the plague was stayed from Israel.
Compare Greek and Hebrew numbering. Read the Hebrew-based Bible book
Source and license
L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.
Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.
Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.