Daniel (Greek) 4
Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.
Greek text or English translation.
Greek Septuagint
1 Ναβουχοδονόσορ ὁ βασιλεὺς πᾶσι τοῖς λαοῖς, φυλαῖς, καὶ γλώσσαις, τοῖς οἰκοῦσιν ἐν πάσῃ τῇ γῇ, ἐρήνη ὑμῖν πληθυνθείη.
2 Τὰ σημεῖα καὶ τὰ τέρατα ἃ ἐποίησε μετʼ ἐμοῦ ὁ Θεὸς ὁ ὕψιστος,
3 ἤρεσεν ἐναντίον ἐμοῦ ἀναγγεῖλαι ὑμῖν, ὡς μεγάλα καὶ ἰσχυρὰ, ἡ βασιλεία αὐτοῦ βασιλεία αἰώνιος, καὶ ἡ ἐξουσία αὐτοῦ εἰς γενεὰν καὶ γενεάν.
4 Ἐγὼ Ναβουχοδονόσορ εὐθηνῶν ἤμην ἐν τῷ οἴκῳ μου, καὶ εὐθαλῶν.
5 Ἐνύπνιον ἴδον, καὶ ἐφοβέρισέ με, καὶ ἐταράχθην ἐπὶ τῆς κοίτης μου, καὶ αἱ ὁράσεις τῆς κεφαλῆς μου ἐτάραξάν με.
6 Καὶ διʼ ἐμοῦ ἐτέθη δόγμα τοῦ εἰσαγαγεῖν ἐνώπιόν μου πάντας τοὺς σοφοὺς Βαβυλῶνος, ὅπως τὴν σύγκρισιν τοῦ ἐνυπνίου γνωρίσωσί μοι.
7 Καὶ εἰσπορεύοντο οἱ ἐπαοιδοὶ, μάγοι, γαζαρηνοὶ, Χαλδαῖοι· καὶ τὸ ἐνύπνιον ἐγὼ εἶπα ἐνώπιον αὐτῶν· καὶ τὴν σύγκρισιν αὐτοῦ οὐκ ἐγνώρισάν μοι,
8 ἕως ἦλθε Δανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ κατὰ τὸ ὄνομα τοῦ θεοῦ μου, ὃς πνεῦμα Θεοῦ ἅγιον ἐν ἑαυτῷ ἔχει. ᾧ εἶπα,
9 Βαλτάσαρ ὁ ἄρχων τῶν ἐπαοιδῶν, ὃν ἐγὼ ἔγνων ὅτι πνεῦμα Θεοῦ ἅγιον ἐν σοὶ, καὶ πᾶν μυστήριον οὐκ ἀδυνατεῖ σε, ἄκουσον τὴν ὅρασιν τοῦ ἐνυπνίου μου, οὗ ἴδον, καὶ τὴν σύγκρισιν αὐτοῦ εἰπόν μοι.
10 Ἐπὶ τῆς κοίτης μου ἐθεώρουν, καὶ ἰδοὺ δένδρον ἐν μέσῳ τῆς γῆς, καὶ τὸ ὕψος αὐτοῦ πολύ.
11 Ἐμεγαλύνθη τὸ δένδρον καὶ ἴσχυσε, καὶ τὸ ὕψος αὐτοῦ ἔφθασεν ἕως τοῦ οὐρανοῦ, καὶ τὸ κῦτος αὐτοῦ εἰς τὸ πέρας ἁπάσης τῆς γῆς,
12 τὰ φύλλα αὐτοῦ ὡραῖα, καὶ ὁ καρπὸς αὐτοῦ πολὺς, καὶ τροφὴ πάντων ἐν αὐτῷ, καὶ ὑποκάτω αὐτοῦ κατεσκήνουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατῴκουν τὰ ὄρνεα τοῦ οὐρανοῦ, καὶ ἐξ αὐτοῦ ἐτρέφετο πᾶσα σάρξ.
13 Ἐθεώρουν ἐν ὁράματι τῆς νυκτὸς ἐπὶ τῆς κοίτης μου, καὶ ἰδοὺ εἲρ, καὶ ἅγιος ἀπʼ οὐρανοῦ κατέβη,
14 καὶ ἐφώνησεν ἐν ἰσχύϊ, καὶ οὕτως εἶπεν, ἐκκόψατε τὸ δένδρον, καὶ ἐκτίλατε τοὺς κλάδους αὐτοῦ, καὶ ἐκτινάξατε τὰ φύλλα αὐτοῦ, καὶ διασκορπίσατε τὸν καρπὸν αὐτοῦ· σαλευθήτωσαν τὰ θηρία ὑποκάτωθεν αὐτοῦ, καὶ τὰ ὄρνεα ἀπὸ τῶν κλάδων αὐτοῦ.
15 Πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ ἐν δεσμῷ σιδηρῷ καὶ χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ κοιτασθήσεται, καὶ μετὰ τῶν θηρίων ἡ μερὶς αὐτοῦ ἐν τῷ χόρτῳ τῆς γῆς.
16 Ἡ καρδία αὐτοῦ ἀπὸ τῶν ἀνθρώπων ἀλλοιωθήσεται, καὶ καρδία θηρίου δοθήσεται αὐτῷ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπʼ αὐτόν.
17 Διὰ συνκρίματος εἲρ ὁ λόγος, καὶ ῥῆμα ἁγίων τὸ ἐπερώτημα, ἵνα γνῶσιν οἱ ζῶντες, ὅτι Κύριός ἐστιν ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἐὰν δόξῃ δώσει αὐτὴν, καὶ ἐξουδένωμα ἀνθρώπων ἀναστήσει ἐπʼ αὐτήν.
18 Τοῦτο τὸ ἐνύπνιον ὃ ἴδον ἐγὼ Ναβουχοδονόσορ ὁ βασιλεὺς, καὶ σύ Βαλτάσαρ τὸ σύγκριμα εἰπὸν, ὅτι πάντες οἱ σοφοὶ τῆς βασιλείας μου οὐ δύνανται τὸ σύγκριμα αὐτοῦ δηλῶσαί μοι· σὺ δὲ Δανιὴλ δύνασαι, ὅτι πνεῦμα Θεοῦ ἅγιον ἐν σοί.
19 Τότε Δανιὴλ, οὗ τὸ ὄνομα Βαλτάσαρ, ἀπηνεώθη ὡσεὶ ὥραν μίαν, καὶ οἱ διαλογισμοὶ αὐτοῦ συνετάρασσον αὐτόν· καὶ ἀπεκρίθη Βαλτάσαρ, καὶ εἶπε, κύριε, τὸ ἐνύπνιον ἔστω τοῖς μισοῦσί σε, καὶ ἡ σύγκρισις αὐτοῦ τοῖς ἐχθροῖς σου.
20 Τὸ δένδρον ὃ εἶδες τὸ μεγαλυνθὲν καὶ τὸ ἰσχυκὸς, οὗ τὸ ὓψος ἔφθανεν εἰς τὸν οὐρανὸν, καὶ τὸ κῦτος αὐτοῦ εἰς πᾶσαν τὴν γῆν,
21 καὶ τὰ φύλλα αὐτοῦ εὐθαλῆ, καὶ ὁ καρπὸς αὐτοῦ πολύς, καὶ τροφὴ πᾶσιν ἐν αὐτῷ, ὑποκάτω αὐτοῦ κατῴκουν τὰ θηρία τὰ ἄγρια, καὶ ἐν τοῖς κλάδοις αὐτοῦ κατεσκήνουν τὰ ὄρνεα τοῦ οὐρανοῦ,
22 σὺ εἶ, βασιλεῦ, ὅτι ἐμεγαλύνθης καὶ ἴσχυσας, καὶ ἡ μεγαλωσύνη σου ἐμεγαλύνθη, καὶ ἔφθασεν εἰς τὸν οὐρανὸν, καὶ ἡ κυρεία σου εἰς τὰ πέρατα τῆς γῆς.
23 Καὶ ὅτι εἶδεν ὁ βασιλεὺς εἲρ, καὶ ἅγιον καταβαίνοντα ἀπὸ τοῦ οὐρανοῦ, καὶ εἶπεν, ἐκτίλατε τὸ δένδρον, καὶ διαφθείρατε αὐτὸ, πλὴν τὴν φυὴν τῶν ῥιζῶν αὐτοῦ ἐν τῇ γῇ ἐάσατε, καὶ ἐν δεσμῷ σιδηρῷ καὶ ἐν χαλκῷ, καὶ ἐν τῇ χλόῃ τῇ ἔξω, καὶ ἐν τῇ δρόσῳ τοῦ οὐρανοῦ αὐλισθήσεται, καὶ μετὰ θηρίων ἀγρίων ἡ μερὶς αὐτοῦ, ἕως οὗ ἑπτὰ καιροὶ ἀλλοιωθῶσιν ἐπʼ αὐτόν·
24 Τοῦτο ἡ σύγκρισις αὐτοῦ βασιλεῦ, καὶ σύγκριμα ὑψίστου ἐστὶν, ὃ ἔφθασεν ἐπὶ τὸν κύριόν μου τὸν βασιλέα,
25 καὶ σὲ ἐκδιώξουσιν ἀπὸ τῶν ἀνθρώπων, καὶ μετὰ θηρίων ἀγρίων ἔσται ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ αὐλισθήσῃ, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ, ἕως οὗ γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν.
26 Καὶ ὅτι εἶπαν, ἐάσατε τὴν φυὴν τῶν ῥιζῶν τοῦ δένδρου· ἡ βασιλεία σου σοὶ μένει, ἀφʼ ἧς ἂν γνῷς τὴν ἐξουσίαν τὴν οὐράνιον.
27 Διατοῦτο, βασιλεῦ, ἡ βουλή μου ἀρεσάτω σοι, καὶ τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀδικίας, ἐν οἰκτιρμοῖς πενήτων· ἴσως ἔσται μακρόθυμος τοῖς παραπτώμασί σου ὁ Θεός.
28 Ταῦτα πάντα ἔφθασεν ἐπὶ Ναβουχοδονόσορ τὸν βασιλέα.
29 Μετὰ δωδεκάμηνον, ἐπὶ τῷ ναῷ τῆς βασιλείας αὐτοῦ ἐν Βαβυλῶνι περιπατῶν,
30 ἀπεκρίθη ὁ βασιλεὺς, καὶ εἶπεν, οὐχ αὕτη ἐστὶ Βαβυλὼν ἡ μεγάλη, ἣν ἐγὼ ᾠκοδόμησα εἰς οἶκον βασιλείας, ἐν τῷ κράτει τῆς ἰσχύος μου, εἰς τιμὴν τῆς δόξης μου;
31 Ἔτι τοῦ λόγου ἐν τῷ στόματι τοῦ βασιλέως ὄντος, φωνὴ ἀπʼ οὐρανοῦ ἐγένετο, σοὶ λέγουσι Ναβουχοδονόσορ βασιλεῦ, ἡ βασιλεία παρῆλθεν ἀπὸ σοῦ,
32 καὶ ἀπὸ τῶν ἀνθρώπων σε ἐκδιώκουσι, καὶ μετὰ θηρίων ἀγρίων ἡ κατοικία σου, καὶ χόρτον ὡς βοῦν ψωμιοῦσί σε, καὶ ἑπτὰ καιροὶ ἀλλαγήσονται ἐπὶ σὲ, ἕως γνῷς ὅτι κυριεύει ὁ ὕψιστος τῆς βασιλείας τῶν ἀνθρώπων, καὶ ᾧ ἂν δόξῃ δώσει αὐτήν.
33 Αὐτῇ τῇ ὥρᾳ ὁ λόγος συνετελέσθη ἐπὶ Ναβουχοδονόσορ, καὶ ἀπὸ τῶν ἀνθρώπων ἐξεδιώχθη, καὶ χόρτον ὡς βοῦς ἤσθιε, καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ τὸ σῶμα αὐτοῦ ἐβάφη, ἕως αἱ τρίχες αὐτοῦ ὡς λεόντων ἐμεγαλύνθησαν, καὶ οἱ ὄνυχες αὐτοῦ ὡς ὁρνέων.
34 Καὶ μετὰ τὸ τέλος τῶν ἡμερῶν ἐγὼ Ναβουχοδονόσορ τοὺς ὀφθαλμούς μου εἰς τὸν οὐρανὸν ἀνέλαβον, καὶ αἱ φρένες μου ἐπʼ ἐμὲ ἐπεστράφησαν, καὶ τῷ ὑψίστῳ ηὐλόγησα, καὶ τῷ ζῶντι εἰς τὸν αἰῶνα ᾔνεσα, καὶ ἐδόξασα, ὅτι ἡ ἐξουσία αὐτοῦ ἐξουσία αἰώνιος, καὶ ἡ βασιλεία αὐτοῦ εἰς γενεὰν καὶ γενεὰν,
35 καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν ὡς οὐδὲν ἐλογίσθησαν· καὶ κατὰ τὸ θέλημα αὐτοῦ ποιεῖ ἐν τῇ δυνάμει τοῦ οὐρανοῦ, καὶ ἐν τῇ κατοικίᾳ τῆς γῆς· καὶ οὐκ ἔστιν ὃς ἀντιποιήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ αὐτῷ, τί ἐποίησας;
36 Αὐτῷ τῷ καιρῷ αἱ φρένες μου ἐπεστράφησαν ἐπʼ ἐμέ, καὶ εἰς τὴν τιμὴν τῆς βασιλείας μου ἦλθον· καὶ ἡ μορφή μου ἐπέστρεψεν ἐπʼ ἐμέ, καὶ οἱ τύραννοί μου, καὶ οἱ μεγιστᾶνές μου ἐζήτουν με, καὶ ἐπὶ τὴν βασιλείαν μου ἐκραταιώθην, καὶ μεγαλωσύνη περισσοτέρα προσετέθη μοι.
37 Νῦν οὖν ἐγὼ Ναβουχοδονόσορ αἰνῶ καὶ ὑπερυψῶ καὶ δοξάζω τὸν βασιλέα τοῦ οὐρανοῦ, ὅτι πάντα τὰ ἔργα αὐτοῦ ἀληθινὰ, καὶ αἱ τρίβοι αὐτοῦ κρίσεις, καὶ πάντας τοὺς πορευομένους ἐν ὑπερηφανίᾳ δύναται ταπεινῶσαι.
Brenton English
1 King Nabuchodonosor to all nations, tribes, and tongues, who dwell in all the earth; Peace be multiplied to you.
2 It seemed good to me to declare to you the signs and wonders which the most high God has wrought with me,
3 how great and mighty they are : his kingdom is an everlasting kingdom, and his power to all generations.
4 I Nabuchodonosor was thriving in my house, and prospering.
5 I saw a vision, and it terrified me, and I was troubled on my bed, and the visions of my head troubled me.
6 And I made a decree to bring in before me all the wise men of Babylon, that they might make known to me the interpretation of the dream.
7 So the enchanters, magicians, soothsayers, and Chaldeans came in: and I told the dream before them; but they did not make known to me the interpretation thereof;
8 until Daniel came, whose name is Baltasar, according to the name of my God, who has within him the Holy Spirit of God; to whom I said,
9 O Baltasar, chief of the enchanters, of whom I know that the Holy Spirit of God is in thee, and no mystery is too hard for thee, hear the vision of my dream which I had, and tell me the interpretation of it.
10 I had a vision upon my bed; and behold a tree in the midst of the earth, and its height was great.
11 The tree grew large and strong, and its height reached to the sky, and its extent to the extremity of the whole earth:
12 its leaves were fair, and its fruit abundant, and in it was meat for all; and under it the wild beasts of the field took shelter, and the birds of the sky lodged in the branches of it, and all flesh was fed of it.
13 I beheld in the night vision upon my bed, and, behold, a watcher and an holy one came down from heaven, and cried aloud, and thus he said,
14 Cut down the tree, and pluck off its branches, and shake off its leaves, and scatter its fruit: let the wild beasts be removed from under it, and the birds from its branches.
15 Only leave the stump of its roots in the earth, and bind it with an iron and brass band; and it shall lie in the grass that is without and in the dew of heaven, and its portion shall be with the wild beasts in the grass of the field.
16 His heart shall be changed from that of man, and the heart of a wild beast shall be given to him; and seven times shall pass over him.
17 The matter is by the decree of the watcher, and the demand is a word of the holy ones; that the living may know that the Lord is most high over the kingdom of men, and he will give it to whomsoever he shall please, and will set up over it that which is set at nought of men.
18 This is the vision which I king Nabuchodonosor saw: and do thou, Baltasar, declare the interpretation, for none of the wise men of my kingdom are able to shew me the interpretation of it: but thou, Daniel, art able; for the Holy Spirit of God is in thee.
19 Then Daniel, whose name is Baltasar, was amazed about one hour, and his thoughts troubled him. And Baltasar answered and said, My lord, let the dream be to them that hate thee, and the interpretation of it to thine enemies.
20 The tree which thou sawest, that grew large and strong, whose height reached to the sky and its extent to all the earth;
21 and whose leaves were flourishing, and its fruit abundant, (and it was meat for all; under it the wild beasts lodged, and the birds of the sky took shelter in its branches:)
22 is thyself, O king; for thou art grown great and powerful, and thy greatness has increased and reached to heaven, and thy dominion to the ends of the earth.
23 And whereas the king saw a watcher and a holy one coming down from heaven, and he said, Strip the tree, and destroy it; only leave the stump of its roots in the ground, and bind it with a band of iron and brass; and it shall lie in the grass that is without, and in the dew of heaven, and its portion shall be with wild beasts, until seven times have passed over it;
24 this is the interpretation of it, O king, and it is a decree of the Most High, which has come upon my lord the king.
25 And they shall drive thee forth from men, and thy dwelling shall be with wild beasts, and they shall feed thee with grass as an ox, and thou shalt have thy lodging under the dew of heaven, and seven times shall pass over thee, until thou know that the Most High is Lord of the kingdom of men, and will give it to whom he shall please.
26 And whereas they said, Leave the stumps of the roots of the tree; thy kingdom abides sure to thee from the time that thou shalt know the power of the heavens.
27 Therefore, O king, let my counsel please thee, and atone for thy sins by alms, and thine iniquities by compassion on the poor: it may be God will be long-suffering to thy trespasses.
28 All these things came upon king Nabuchodonosor.
29 After a twelvemonth, as he walked in his palace in Babylon,
30 the king answered and said, Is not this great Babylon, which I have built for a royal residence, by the might of my power, for the honour of my glory?
31 While the word was yet in the king's mouth, there came a voice from heaven, saying , To thee, king Nabuchodonosor, they say, The kingdom has departed from thee.
32 And they shall drive thee from men, and thy dwelling shall be with the wild beasts of the field, and they shall feed thee with grass as an ox: and seven times shall pass over thee, until thou know that the Most High is Lord of the kingdom of men, and he will give it to whomsoever he shall please.
33 In the same hour the word was fulfilled upon Nabuchodonosor: and he was driven forth from men, and he ate grass as an ox, and his body was bathed with the dew of heaven, until his hairs were grown like lions' hairs , and his nails as birds' claws .
34 And at the end of the time I Nabuchodonosor lifted up mine eyes to heaven, and my reason returned to me, and I blessed the Most High, and praised him that lives for ever, and gave him glory; for his dominion is an everlasting dominion, and his kingdom lasts to all generations:
35 and all the inhabitants of the earth are reputed as nothing: and he does according to his will in the army of heaven, and among the inhabitants of the earth: and there is none who shall withstand his power, and say to him, What hast thou done?
36 At the same time my reason returned to me, and I came to the honour of my kingdom; and my natural form returned to me, and my princes, and my nobles, sought me, and I was established in my kingdom, and more abundant majesty was added to me.
37 Now therefore I Nabuchodonosor praise and greatly exalt and glorify the King of heaven; for all his works are true, and his paths are judgment: and all that walk in pride he is able to abase.
Compare Greek and Hebrew numbering.
Source and license
L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.
Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.
Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.