Genesis 32
Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.
Choose a chapter of Genesis
Greek text or English translation.
Greek Septuagint
1 Ἀναστὰς δὲ Λάβαν τὸ πρωῒ, κατεφίλησε τοὺς υἱοὺς καὶ τὰς θυγατέρας αὐτοῦ, καὶ εὐλόγησεν αὐτούς· καὶ ἀποστραφεὶς Λάβαν ἀπῆλθεν εἰς τὸν τόπον αὐτοῦ.
2 Καὶ Ἰακὼβ ἀπῆλθεν εἰς τὴν ὁδὸν ἑαυτοῦ· καὶ ἀναβλέψας εἶδε παρεμβολὴν Θεοῦ παρεμβεβληκυῖαν· καὶ συνήντησαν αὐτῷ οἱ Ἄγγελοι τοῦ Θεοῦ.
3 Εἶπε δὲ Ἰακὼβ, ἡνίκα εἶδεν αὐτοὺς, παρεμβολὴ Θεοῦ αὕτη· καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου, Παρεμβολαί.
4 Ἀπέστειλε δὲ Ἰακὼβ ἀγγέλους ἔμπροσθεν αὐτοῦ πρὸς Ἡσαῦ τὸν ἀδελφὸν αὐτοῦ εἰς γῆν Σηεὶρ, εἰς χώραν Ἐδώμ.
5 Καὶ ἐνετείλατο αὐτοῖς, λέγων, οὕτως ἐρεῖτε τῷ κυρίῳ μου Ἡσαῦ· οὕτως λέγει ὁ παῖς σου Ἰακώβ· μετὰ Λάβαν παρῴκησα, καὶ ἐχρόνισα ἕως τοῦ νῦν.
6 Καὶ ἐγένοντό μοι βόες, καὶ ὄνοι, καὶ πρόβατα, καὶ παῖδες, καὶ παιδίσκαι· καὶ ἀπέστειλα ἀναγγεῖλαι τῷ κυρίῳ μου Ἡσαῦ, ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου.
7 Καὶ ἀνέστρεψαν οἱ ἄγγελοι πρὸς Ἰακὼβ, λέγοντες, ἤλθομεν πρὸς τὸν ἀδελφόν σου Ἡσαυ· καὶ ἰδοὺ αὐτὸς ἔρχεται εἰς συνάντησίν σου, καὶ τετρακόσιοι ἄνδρες μεθʼ αὐτοῦ.
8 Ἐφοβήθη δὲ Ἰακὼβ σφόδρα, καὶ ἠπορεῖτο· καὶ διεῖλε τὸν λαὸν τὸν μεθʼ ἑαυτοῦ, καὶ τοὺς βόας, καὶ τὰς καμήλους, καὶ τὰ πρόβατα, εἰς δύο παρεμβολάς.
9 Καὶ εἶπεν Ἰακὼβ, ἐὰν ἔλθῃ Ἡσαῦ εἰς παρεμβολὴν μίαν, καὶ κόψῃ αὐτὴν, ἔσται ἡ παρεμβολὴ ἡ δευτέρα εἰς τὸ σώζεσθαι.
10 Εἶπε δὲ Ἰακὼβ, ὁ Θεὸς τοῦ πατρός μου Ἁβραὰμ, καὶ ὁ Θεὸς τοῦ πατρός μου Ἰσαὰκ, Κύριε σὺ ὁ εἰπών μοι, ἀπότρεχε εἰς τὴν γῆν τῆς γενέσεώς σου, καὶ εὖ σε ποιήσω·
11 Ἱκανούσθω μοι ἀπὸ πάσης δικαιοσύνης, καὶ ἀπὸ πάσης ἀληθείας, ἧς ἐποίησας τῷ παιδί σου· ἐν γὰρ τῇ ῥάβδῳ μου ταύτῃ διέβην τὸν Ἰορδάνην τοῦτον· νυνὶ δὲ γέγονα εἰς δύο παρεμβολάς.
12 Ἐξελοῦ με ἐκ χειρὸς τοῦ ἀδελφοῦ μου, ἐκ χειρὸς Ἡσαῦ· ὅτι φοβοῦμαι ἐγὼ αὐτὸν, μή ποτε ἐλθὼν πατάξῃ με, καὶ μητέρα ἐπὶ τέκνοις.
13 Σὺ δὲ εἶπας, εὐ σε ποιήσω, καὶ θήσω τὸ σπέρμα σου ὡς τὴν ἄμμον τῆς θαλάσσης, ἣ οὐκ ἀριθμηθήσεται ὑπὸ τοῦ πλήθους.
14 Καὶ ἐκοιμήθη ἐκεῖ τὴν νύκτα ἐκείνην· καὶ ἔλαβεν ὧν ἔφερεν δῶρα· καὶ ἐξαπέστειλεν Ἡσαῦ τῷ ἀδελφῷ αὐτοῦ,
15 αἶγας διακοσίας, τράγους εἴκοσι, πρόβατα διακόσια, κριοὺς εἴκοσι,
16 καμήλους θηλαζούσας καὶ τὰ παιδία αὐτῶν τριάκοντα, βόας τεσσαράκοντα, ταύρους δέκα, ὄνους εἴκοσι, καὶ πώλους δέκα.
17 Καὶ ἔδωκεν αὐτὰ τοῖς παισὶν αὐτοῦ ποίμνιον κατὰ μόνας· εἶπε δὲ τοῖς παισὶν αὐτοῦ, προπορεύεσθε ἔμπροσθέν μου, καὶ διάστημα ποιεῖτε ἀνὰ μέσον ποίμνης καὶ ποίμνης.
18 Καὶ ἐνετείλατο τῷ πρώτῳ, λέγων, ἐάν σοι συναντήσῃ Ἡσαῦ ὁ ἀδελφός μου, καὶ ἐρωτᾷ σε, λέγων, τίνος εἶ; καὶ ποῦ πορεύῃ; καὶ τίνος ταῦτα τὰ προπορευόμενά σου;
19 Ἐρεῖς, τοῦ παιδός σου Ἰακώβ· δῶρα ἀπέσταλκε τῷ κυρίῳ μου Ἡσαῦ· καὶ ἰδοὺ αὐτὸς ὀπίσω ἡμῶν.
20 Καὶ ἐνετείλατο τῷ πρώτῳ, καὶ τῷ δευτέρῳ, καὶ τῷ τρίτῳ, καὶ πᾶσι τοῖς προπορευομένοις ὀπίσω τῶν ποιμνίων τούτων, λέγων, κατὰ τὸ ῥῆμα τοῦτο λαλήσατε Ἡσαῦ ἐν τῷ εὑρεῖν ὑμᾶς αὐτόν·
21 Καὶ ἐρεῖτε, ἰδοὺ ὁ παῖς σου Ἰακὼβ παραγίνεται ὀπίσω ἡμῶν· εἶπε γὰρ, ἐξιλάσομαι τὸ πρόσωπον αὐτοῦ ἐν τοῖς δώροις τοῖς προπορευομένοις αὐτοῦ, καὶ μετὰ τοῦτο ὄψομαι τὸ πρόσωπον αὐτοῦ· ἴσως γὰρ προσδέξεται τὸ πρόσωπόν μου.
22 Καὶ προεπορεύετο τὰ δῶρα κατὰ πρόσωπον αὐτοῦ· αὐτὸς δὲ ἐκοιμήθη τὴν νύκτα ἐκείνην ἐν τῇ παρεμβολῇ.
23 Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τοῦ Ἰαβώχ.
24 Καὶ ἔλαβεν αὐτοὺς, καὶ διέβη τὸν χειμάῤῥουν, καὶ διεβίβασε πάντα τὰ αὐτοῦ.
25 Ὑπελείφθη δὲ Ἰακὼβ μόνος· καὶ ἐπάλαιεν ἄνθρωπος μετʼ αὐτοῦ ἕως πρωΐ.
26 Εἶδε δὲ ὅτι οὐ δύναται πρὸς αὐτόν· καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ ἐν τῷ παλαίειν αὐτὸν μετʼ αὐτοῦ.
27 Καὶ εἶπεν αὐτῷ, ἀπόστειλόν με, ἀνέβη γὰρ ὁ ὄρθρος. ὁ δὲ εἶπεν, οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς.
28 Εἶπε δὲ αὐτῷ, τί τὸ ὄνομά σου ἐστίν; ὁ δὲ εἶπεν, Ἰακώβ.
29 Καὶ εἶπεν αὐτῷ, οὐ κληθήσεται ἔτι τὸ ὄνομά σου Ἰακὼβ, ἀλλʼ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ.
30 Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν, ἀνάγγειλόν μοι τὸ ὄνομά σου· καὶ εἶπεν, ἱνατί τοῦτο ἐρωτᾷς σὺ τὸ ὄνομά μου; καὶ εὐλόγησεν αὐτὸν ἐκεῖ.
31 Καὶ ἐκάλεσεν Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, εἶδος Θεοῦ· εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρὸσωπον, καὶ ἐσώθη μου ἡ ψυχή.
32 Ἀνέτειλεν δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ· αὐτὸς δὲ ἐπέσκαζε τῷ μηρῷ αὐτοῦ.
33 Ἕνεκεν τούτου οὐ μὴ φάγωσιν υἱοὶ Ἰσραὴλ τὸ νεῦρον, ὃ ἐνάρκησεν, ὅ ἐστιν ἐπὶ τοῦ πλάτους τοῦ μηροῦ, ἕως τῆς ἡμέρας ταύτης, ὅτι ἥψατο τοῦ πλάτους τοῦ μηροῦ Ἰακὼβ τοῦ νεύρου, ὃ ἐνάρκησεν.
Brenton English
1 And Laban rose up in the morning, and kissed his sons and his daughters, and blessed them; and Laban having turned back, departed to his place.
2 And Jacob departed for his journey; and having looked up, he saw the host of God encamped; and the angels of God met him.
camp.
3 And Jacob said, when he saw them, This is the Camp of God; and he called the name of that place, Encampments.
4 And Jacob sent messengers before him to Esau his brother to the land of Seir, to the country of Edom.
5 And he charged them, saying, Thus shall ye say to my lord Esau: Thus saith thy servant Jacob; I have sojourned with Laban and tarried until now.
6 And there were born to me oxen, and asses, and sheep, and men-servants and women-servants; and I sent to tell my lord Esau, that thy servant might find grace in thy sight.
7 And the messengers returned to Jacob, saying, We came to thy brother Esau, and lo! he comes to meet thee, and four hundred men with him.
8 And Jacob was greatly terrified, and was perplexed; and he divided the people that was with him, and the cows, and the camels, and the sheep, into two camps.
9 And Jacob said, If Esau should come to one camp, and smite it, the other camp shall be in safety.
10 And Jacob said, God of my father Abraam, and God of my father Isaac, O Lord, thou art he that said to me, Depart quickly to the land of thy birth, and I will do thee good.
11 Let there be to me a sufficiency of all the justice and all the truth which thou hast wrought with thy servant; for with this my staff I passed over this Jordan, and now I am become two camps.
12 Deliver me from the hand of my brother, from the hand of Esau, for I am afraid of him, lest haply he should come and smite me, and the mother upon the children.
13 But thou saidst, I will do thee good, and will make thy seed as the sand of the sea, which shall not be numbered for multitude.
14 And he slept there that night, and took of the gifts which he carried with him , and sent out to Esau his brother,
15 two hundred she-goats, twenty he-goats, two hundred sheep, twenty rams,
16 milch camels, and their foals, thirty, forty kine, ten bulls, twenty asses, and ten colts.
17 And he gave them to his servants each drove apart; and he said to his servants, Go on before me, and put a space between drove and drove.
18 And he charged the first, saying, If Esau my brother meet thee, and he ask thee, saying, Whose art thou? and whither wouldest thou go, and whose are these possessions advancing before thee?
19 Thou shalt say, Thy servant Jacob's; he hath sent gifts to my lord Esau, and lo! he is behind us.
20 And he charged the first and the second and the third, and all that went before him after these flocks, saying, Thus shall ye speak to Esau when ye find him;
21 and ye shall say, Behold thy servant Jacob comes after us. For he said, I will propitiate his countenance with the gifts going before his presence, and afterwards I will behold his face, for peradventure he will accept me.
my face.
22 So the presents went on before him, but he himself lodged that night in the camp.
23 And he rose up in that night, and took his two wives and his two servant-maids, and his eleven children, and crossed over the ford of Jaboch.
24 And he took them, and passed over the torrent, and brought over all his possessions.
25 And Jacob was left alone; and a man wrestled with him till the morning.
26 And he saw that he prevailed not against him; and he touched the broad part of his thigh, and the broad part of Jacob's thigh was benumbed in his wrestling with him.
27 And he said to him, Let me go, for the day has dawned; but he said, I will not let thee go, except thou bless me.
28 And he said to him, What is thy name? and he answered, Jacob.
29 And he said to him, Thy name shall no longer be called Jacob, but Israel shall be thy name; for thou hast prevailed with God, and shalt be mighty with men.
30 And Jacob asked and said, Tell me thy name; and he said, Wherefore dost thou ask after my name? and he blessed him there.
31 And Jacob called the name of that place, the Face of God; for, said he , I have seen God face to face, and my life was preserved.
32 And the sun rose upon him, when he passed the Face of God; and he halted upon his thigh.
33 Therefore the children of Israel will by no means eat of the sinew which was benumbed, which is on the broad part of the thigh, until this day, because the angel touched the broad part of the thigh of Jacob— even the sinew which was benumbed.
Compare Greek and Hebrew numbering. Read the Hebrew-based Bible book
Source and license
L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.
Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.
Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.