Berean BlueApp preview

Joshua 15

Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.

Choose a chapter of Joshua

Greek text or English translation.

Greek Septuagint

1 Καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ἰούδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ἰδουμαίας ἀπὸ τῆς ἐρήμου Σὶν ἕως Κάδης πρὸς Λίβα.

2 Καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ Λιβὸς ἕως μέρους θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ Λίβα.

3 Καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ἀκραβίν· καὶ ἐκπεριπορεύεται Σενὰ, καὶ ἀναβαίνει ἀπὸ Λιβὸς ἐπὶ Κάδης Βαρνῆ· καὶ ἐκπορεύεται Ἀσωρὼν, καὶ προσαναβαίνει εἰς Σάραδα· καὶ ἐκπορεύεται τὴν κατὰ δυσμὰς Κάδης,

4 καὶ ἐκπορεύεται ἐπὶ Σελμωνὰν, καὶ διεκβάλλει ἕως φάραγγος Αἰγύπτου· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ Λιβός.

5 Καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν πᾶσα ἡ θάλασσα ἡ ἁλυκὴ ἕως τοῦ Ἰορδάνου. Καὶ τὰ ὅρια αὐτῶν ἀπὸ Βοῤῥᾶ, καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ἰορδάνου.

6 Ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλαάμ· καὶ παραπορεύεται ἀπὸ Βοῤῥᾶ ἐπὶ Βαιθάραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιὼν υἱοῦ Ῥουβήν·

7 Καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Ἀχὼρ, καὶ καταβαίνει ἐπὶ Γαλγὰλ, ἥ ἐστιν ἀπέναντι τῆς προσβάσεως Ἀδαμμὶν, ἥ ἐστι κατὰ Λίβα τῇ φάραγγι, καὶ διεκβάλλεῖ ἐπὶ τὸ ὕδωρ τῆς πηγῆς τοῦ ἡλίου· καὶ ἔσται αὐτοῦ ἡ διέξοδος πηγὴ Ῥωγήλ·

8 Καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ἐννὸμ, ἐπὶ νώτου τοῦ Ἰεβοῦις ἀπὸ Λιβός· αὕτη ἐστιν Ἱερουσαλήμ· καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἥ ἐστι κατὰ πρόσωπον φάραγγος Ἐννὸμ πρὸς θαλάσσης, ἥ ἐστιν ἐκ μέρους γῆς Ῥαφαῒν ἐπὶ βοῤῥᾶ·

9 Καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθὼ, καὶ διεκβάλλει εἰς τὸ ὄρος Ἐφρών· καὶ ἄξει τὸ ὅριον εἰς Βαάλ· αὕτη ἐστὶ πόλις Ἰαρίμ.

10 Καὶ περιελεύσεται ὅριον ἀπὸ Βαὰλ ἐπὶ θάλασσαν, καὶ παρελεύσεται εἰς ὄρος Ἀσσὰρ ἐπὶ νώτου πόλιν Ἰαρὶν ἀπὸ Βοῤῥᾶ· αὕτη ἐστὶ Χασλών· καὶ καταβήσεται ἐπὶ πόλιν ἡλίου, καὶ παρελεύσεται ἐπὶ Λίβα·

11 Καὶ διεκβάλλει τὸ ὅριον κατὰ νώτου Ἀκκαρὼν ἐπὶ βοῤῥᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σοκχὼθ, καὶ παρελεύσεται ὅρια ἐπὶ Λίβα, καὶ διεκβαλεῖ ἐπὶ Λεβνὰ, καὶ ἔσται ἡ διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν·

12 Καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης, ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ. Ταῦτα τὰ ὅρια υἱῶν Ἰούδα κύκλῳ κατὰ δήμους αὐτῶν.

13 Καὶ τῷ Χάλεβ υἱῷ Ἰεφονῆ ἔδωκε μερίδα ἐν μέσῳ υἱῶν Ἰούδα διὰ προστάγματος τοῦ Θεοῦ· καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Ἀρβὸκ μητρόπολιν Ἐνάκ· αὕτη ἐστὶ Χεβρών.

14 Καὶ ἐξωλόθρευσεν ἐκεῖθεν Χάλεβ υἱὸς Ἰεφονὴ τοὺς τρεῖς υἱοὺς Ἐνὰκ, τὸν Σουσὶ καὶ Θολαμὶ καὶ τὸν Ἀχιμᾶ.

15 Καὶ ἀνέβη ἐκεῖθεν Χάλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβίρ· τὸ δὲ ὄνομα Δαβὶρ ἦν τὸ πρότερον πόλις Γραμμάτων.

16 Καὶ εἶπε Χάλεβ, ὃς ἂν λάβῃ καὶ ἐκκόψῃ τὴν πόλιν τῶν Γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Ἀσχὰν θυγατέρα μου εἰς γυναῖκα.

17 Καὶ ἔλαβεν αὐτὴν Γοθονιὴλ υἱὸς Χενὲζ ἀδελφοῦ Χάλεβ· καὶ ἔδωκεν αὐτῷ τὴν Ἀσχὰν θυγατέρα αὐτοῦ γυναῖκα.

18 Καὶ ἐγένετο ἐν τῷ ἐκπορεύέσθαι αὐτὴν καὶ συνέβουλεύσατο αὐτῷ, λέγουσα, αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου· καὶ εἶπεν αὐτῇ Χάλεβ, τί ἐστί σοι;

19 Καὶ εἶπεν αὐτῷ, δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγὲβ δέδωκάς με· δός μοι τὴν Βοτθανίς· καὶ ἔδωκεν αὐτῇ τὴν Γοναιθλὰν τὴν ἄνω καὶ τὴν Γοναιθλὰν τὴν κάτω.

20 Αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Ἰούδα.

21 Ἐγενήθησαν δὲ πόλεις αὐτῶν πόλεις πρὸς τῇ φυλῇ υἱῶν Ἰούδα ἐφʼ ὁρίων Ἐδὼμ ἐπὶ τῆς ἐρήμου, καὶ Βαισελεὴλ, καὶ Ἀρὰ, καὶ Ἀσὼρ,

22 καὶ Ἰκὰμ, καὶ Ῥεγμὰ, καὶ Ἀρουὴλ,

23 καὶ Κάδης, καὶ Ἀσοριωναὶν, καὶ Μαινὰμ,

24 καὶ Βαλμαινὰν, καὶ αἱ κῶμαι αὐτῶν,

25 καὶ αἱ πόλεις Ἀσερὼν, αὕτη Ἀσὼρ,

26 καὶ Σὴν, καὶ Σαλμαὰ, καὶ Μωλαδὰ,

27 καὶ Σερὶ, καὶ Βαιφαλὰθ,

28 καὶ Χολασεωλὰ, καὶ Βηρσαβεέ· καὶ αἱ κῶμαι αὐτῶν, καὶ αἱ ἐπαύλεις αὐτῶν,

29 Βαλὰ, καὶ Βακὼκ, καὶ Ἀσὸμ,

30 καὶ Ἐλβωϋδὰδ, καὶ Βαιθὴλ, καὶ Ἑρμὰ,

31 καὶ Σεκελὰκ, καὶ Μαχαρὶμ, καὶ Σεθεννὰκ,

32 καὶ Λαβὼς, καὶ Σαλὴ, καὶ Ἐρωμώθ· πόλεις εἰκοσιεννέα, καὶ αἱ κῶμαι αὐτῶν.

33 Ἐν τῇ πεδινῇ Ἀσταὼλ, καὶ Ῥάα, καὶ Ἄσσα.

34 Καὶ Ῥάμεν, καὶ Τανὼ, καὶ Ἰλουθὼθ, καὶ Μαιανὶ,

35 καὶ Ἰερμοὺθ, καὶ Ὀδολλὰμ, καὶ Μεμβρὰ, καὶ Σαωχὼ, καὶ Ἰαζηκὰ,

36 καὶ Σακαρὶμ, καὶ Γάδηρα, καὶ αἱ ἐπαύλεις αὐτῆς· πόλεις δεκατέσσαρες, καὶ αἱ κῶμαι αὐτῶν.

37 Σεννὰ, καὶ Ἀδασὰν, καὶ Μαγαδαλγὰδ,

38 καὶ Δαλὰδ, καὶ Μασφὰ, καὶ Ἰαχαρεὴλ,

39 καὶ Βασηδὼθ, καὶ Ἰδεαδαλέα, καὶ

40 Χαβρά, καὶ Μαχὲς, καὶ Μααχὼς,

41 καὶ Γεδδὼρ, καὶ Βαγαδιὴλ, καὶ Νωμὰν, καὶ Μαχηδάν· πόλεις ἑκκαίδεκα, καὶ αἱ κῶμαι αὐτῶν·

42 Λεβνὰ, καὶ Ἰθὰκ, καὶ Ἀνὼχ,

43 καὶ Ἰανὰ, καὶ Νασὶβ,

44 καὶ Κεϊλὰμ, καὶ Ἀκιεζὶ, καὶ Κεζὶβ, καὶ Βαθησὰρ, καὶ Αἰλώμ· πόλεις δέκα, καὶ αἱ κῶμαι αὐτῶν·

45 Ἀκκαρὼν, καὶ αἱ κῶμαι αὐτῆς, καὶ αἱ ἐπαύλεις αὐτῶν,

46 ἀπὸ Ἀκκαρὼν Γεμνά· καὶ πᾶσαι ὅσαι εἰσὶ πλησίον Ἀσηδώθ· καὶ αἱ κῶμαι αὐτῶν,

47 Ἀσιεδὼθ, καὶ αἱ κῶμαι αὐτῆς, καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα, καὶ αἱ κῶμαι αὐτῆς, καὶ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάῤῥου Αἰγύπτου, καὶ ἡ θάλασσα ἡ μεγάλη διορίζει.

48 Καὶ ἐν τῇ ὀρεινῇ Σαμὶρ, καὶ Ἰεθὲρ, καὶ Σωχὰ,

49 καὶ Ῥεννὰ, καὶ πόλις Γραμμάτων, αὕτη Δαβὶρ,

50 καὶ Ἀνὼν, καὶ Ἒς, καὶ Μὰν, καὶ Αἰσὰμ,

51 καὶ Γοσὸμ, καὶ Χαλοὺ, καὶ Χαννὰ, καὶ Γηλώμ· πόλεις ἕνδεκα, καὶ αἱ κῶμαι αὐτῶν·

52 Αἰρὲμ, καὶ Ῥεμνὰ, καὶ Σομὰ,

53 καὶ Ἰεμαῒν, καὶ Βαιθαχοὺ, καὶ Φακουὰ,

54 καὶ Εὐμὰ, καὶ πόλις Ἀρβὸκ, αὕτη ἐστὶ Χεβρὼν, καὶ Σωραίθ· πόλεις ἐννέα, καὶ αἱ ἐπαύλεις αὐτῶν·

55 Μαὼρ, καὶ Χερμὲλ, καὶ Ὀζὶβ, καὶ Ἰτὰν,

56 καὶ Ἰαριὴλ, καὶ Ἀρικὰμ, καὶ Ζακαναῒμ,

57 καὶ Γαβαὰ, καὶ Θαμναθά· πόλεις ἐννέα, καὶ αἱ κῶμαι αὐτῶν·

58 Αἰλουὰ, καὶ Βηθσοὺρ, καὶ Γεδδὼν,

59 καὶ Μαγαρὼθ, καὶ Βαιθανὰμ, καὶ Θεκούμ· πόλεις ἓξ, καὶ αἱ κῶμαι αὐτῶν·

59a Θεκὼ, καὶ Ἐφραθὰ, αὕτη ἐστὶ Βαιθλεὲμ, καὶ Φαγὼρ, καὶ Αἰτὰν, καὶ Κουλὸν, καὶ Τατὰμ, καὶ Θωβὴς, καὶ Καρὲμ, καὶ Γαλὲμ καὶ Θεθὴρ, καὶ Μανοχώ· πόλεις ἕνδεκα, καὶ αἱ κῶμαι αὐτῶν·

60 Καριαθβαὰλ, αὕτη ἡ πόλις Ἰαρὶμ, καὶ Σωθηβᾶ· πόλεις δύο, καὶ αἱ ἐπαύλεις αὐτῶν·

61 καὶ Βαδδαργεὶς, καὶ Θαραβαὰμ, καὶ Αἰνὼν,

62 καὶ Αἰοχιοζὰ, καὶ Ναφλαζὼν, καὶ αἱ πόλεις Σαδῶν, καὶ Ἀρκάδης· πόλεις ἑπτὰ, καὶ αἱ κῶμαι αὐτῶν.

63 Καὶ ὁ Ἰεβουσαῖος κατῴκει ἐν Ἱερουσαλὴμ, καὶ οὐκ ἠδυνήθησαν οἱ υἱοὶ Ἰούδα ἀπολέσαι αὐτούς· καὶ κατῴκησαν οἱ Ἰεβουσαῖοι ἐν Ἱερουσαλὴμ ἕως τῆς ἡμέρας ταύτης.

Brenton English

1 And the borders of the tribe of Juda according to their families were from the borders of Idumea from the wilderness of Sin, as far as Cades southward.

2 And their borders were from the south as far as a part of the salt sea from the high country that extends southward.

neck. Heb. tongue.

3 And they proceed before the ascent of Acrabin, and go out round Sena, and go up from the south to Cades Barne; and go out to Asoron, and proceed up to Sarada, and go out by the way that is west of Cades.

4 And they go out to Selmona, and issue at the valley of Egypt; and the termination of its boundaries shall be at the sea: these are their boundaries southward.

5 And their boundaries eastward are all the salt sea as far as Jordan; and their borders from the north, and from the border of the sea, and from part of Jordan—

6 the borders go up to Bæthaglaam, and they go along from the north to Bætharaba, and the borders go on up to the stone of Bæon the son of Ruben.

7 And the borders continue on to the fourth part of the valley of Achor, and go down to Galgal, which is before the approach of Adammin, which is southward in the valley, and terminate at the water of the fountain of the sun; and their going forth shall be the fountain of Rogel.

So the Greek. There seems to be a reading of the word דברה as if part of רבע.

8 And the borders go up to the valley of Ennom, behind Jebus southward; this is Jerusalem: and the borders terminate at the top of the mountain, which is before the valley of Ennom toward the sea, which is by the side of the land of Raphain northward.

9 And the border going forth from the top of the mountain terminates at the fountain of the water of Naphtho, and terminates at mount Ephron; and the border will lead to Baal; this is the city of Jarim.

10 And the border will go round from Baal to the sea, and will go on to the mount of Assar behind the city of Jarin northwards; this is Chaslon: and it will come down to the city of the Sun, and will go on to the south.

11 And the border terminates behind Accaron northward, and the borders will terminate at Socchoth, and the borders will go on to the south, and will terminate at Lebna, and the issue of the borders will be at the sea; and their borders shall be toward the sea, the great sea shall be the boundary.

12 These are the borders of the children of Juda round about according to their families.

13 And to Chaleb the son of Jephone he gave a portion in the midst of the children of Juda by the command of God; and Joshua gave him the city of Arboc the metropolis of Enac; this is Chebron.

14 And Chaleb the son of Jephone destroyed thence the three sons of Enac, Susi, and Tholami, and Achima.

15 And Chaleb went up thence to the inhabitants of Dabir; and the name of Dabir before was the city of Letters.

Kirjath-sepher.

16 And Chaleb said, Whosoever shall take and destroy the city of Letters, and master it, to him will I give my daughter Ascha to wife.

17 And Gothoniel the son of Chenez the brother of Chaleb took it; and he gave him Ascha his daughter to wife.

18 And it came to pass as she went out that she counselled him, saying, I will ask of my father a field; and she cried from off her ass; and Chaleb said to her, What is it?

What has thou to say? or of what hast thou need?

19 And she said to him, Give me a blessing, for thou hast set me in the land of Nageb; give me Botthanis: and he gave her Gonæthla the upper, and Gonæthla the lower.

20 This is the inheritance of the tribe of the children of Juda.

21 And their cities were cities belonging to the tribe of the children of Juda on the borders of Edom by the wilderness, and Bæseleel, and Ara, and Asor,

22 and Icam, and Regma, and Aruel,

23 and Cades, and Asorionain, and Mænam,

24 and Balmænan, and their villages,

25 and the cities of Aseron, this is Asor,

26 and Sen, and Salmaa, and Molada,

27 and Seri, and Bæphalath,

28 and Cholaseola, and Beersabee; and their villages, and their hamlets,

29 Bala and Bacoc, and Asom,

30 and Elboüdad, and Bæthel, and Herma,

31 and Sekelac, and Macharim, and Sethennac,

32 and Labos, and Sale, and Eromoth; twenty-nine cities, and their villages.

33 In the plain country Astaol, and Raa, and Assa,

34 and Ramen, and Tano, and Iluthoth, and Mæani,

35 and Jermuth, and Odollam, and Membra, and Saocho, and Jazeca.

36 And Sacarim and Gadera, and its villages; fourteen cities, and their villages;

37 Senna, and Adasan, and Magadalgad,

38 and Dalad, and Maspha, and Jachareel,

39 and Basedoth, and Ideadalea;

40 and Chabra, and Maches, and Maachos,

41 and Geddor, and Bagadiel, and Noman, and Machedan: sixteen cities, and their villages;

42 Lebna, and Ithac, and Anoch,

43 and Jana, and Nasib,

44 and Keilam, and Akiezi, and Kezib, and Bathesar, and Ælom: ten cities, and their villages;

45 Accaron and her villages, and their hamlets:

46 from Accaron, Gemna, and all the cities that are near Asedoth; and their villages.

47 Asiedoth, and her villages, and her hamlets; Gaza, and its villages and its hamlets as far as the river of Egypt, and the great sea is the boundary.

48 And in the hill country Samir, and Jether, and Socha,

49 and Renna and the city of Letters, this is Dabir;

50 and Anon, and Es, and Man, and Æsam,

51 and Gosom, and Chalu, and Channa, and Gelom: eleven cities, and their villages;

52 Ærem, and Remna, and Soma,

53 and Jemain, and Bæthachu, and Phacua,

54 and Euma, and the city Arboc, this is Chebron, and Soraith: nine cities, and their villages:

55 Maor, and Chermel, and Ozib, and Itan,

56 and Jariel, and Aricam, and Zacanaim,

57 and Gabaa, and Thamnatha; nine cities, and their villages;

58 Ælua, and Bethsur, and Geddon,

59 and Magaroth, and Bæthanam, and Thecum; six cities, and their villages;

59a Theco, and Ephratha, this is Bæthleem, and Phagor, and Ætan, and Culon, and Tatam, and Thobes, and Carem, and Galem, and Thether, and Manocho: eleven cities, and their villages,

60 Cariathbaal, this is the city of Jarim, and Sotheba: two cities, and their villages:

61 and Baddargeis, and Tharabaam, and Ænon;

62 and Æochioza, and Naphlazon, and the cities of Sadon, and Ancades; seven cities, and their villages.

63 And the Jebusite dwelt in Jerusalem, and the children of Juda could not destroy them; and the Jebusites dwelt in Jerusalem to this day.

Compare Greek and Hebrew numbering. Read the Hebrew-based Bible book

Source and license

L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.

Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.

Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.