Judges 11
Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.
Greek text or English translation.
Greek Septuagint
1 Καὶ Ἰεφθάε ὁ Γαλααδίτης ἐπῃρμένος δυνάμει, καὶ αὐτὸς υἱοῖς γυναικὸς πόρνης, ἣ ἐγέννησε τῷ Γαλαὰδ τὸν Ἰεφθάε.
2 Καὶ ἔτεκεν ἡ γυνὴ Γαλαὰδ αὐτῷ υἱούς· καὶ ἡδρύνθησαν οἱ υἱοὶ τῆς γυναικὸς, καὶ ἐξέβαλον τὸν Ἰεφθάε, καὶ εἶπαν αὐτῷ, οὐ κληρονομήσεις ἐν τῷ οἴκῳ τοῦ πατρὸς ἡμῶν, ὅτι υἱὸς γυναικὸς ἑταίρας σύ.
3 Καὶ ἔφυγεν Ἰεφθάε ἀπὸ προσώπου τῶν ἀδελφῶν αὐτοῦ, καὶ ᾤκησεν ἐν γῇ Τώβ· καὶ συνεστράφησαν πρὸς Ἰεφθάε ἄνδρες κενοὶ, καὶ ἐξῆλθον μετʼ αὐτοῦ.
4 Καὶ ἐγένετο ἡνίκα παρετάξαντο οἱ υἱοὶ Ἀμμῶν μετὰ Ἰσραὴλ,
5 καὶ ἐπορεύθησαν οἱ πρεσβύτεροι Γαλαὰδ λαβεῖν τὸν Ἰεφθάε ἀπὸ τῆς γῆς Τὼβ,
6 καὶ εἶπαν τῷ Ἰεφθάε, δεῦρο καὶ ἔσῃ ἡμῖν εἰς ἀρχηγὸν, καὶ παραταξόμεθα πρὸς υἱοὺς Ἀμμών.
7 Καὶ εἶπεν Ἰεφθάε τοῖς πρεσβυτέροις Γαλαὰδ, οὐχὶ ὑμεῖς ἐμισήσατέ με, καὶ ἐξεβάλετέ με ἐκ τοῦ οἴκου τοῦ πατρός μου, καὶ ἐξαπεστείλατέ με ἀφʼ ὑμῶν; καὶ διατί ἤλθατε πρὸς μὲ νῦν ἡνίκα χρῄζετε;
8 Καὶ εἶπαν οἱ προσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε, διὰ τοῦτο νῦν ἐπεστρέψαμεν πρὸς σὲ, καὶ πορεύσῃ μεθʼ ἡμῶν, καὶ παρατάξῃ πρὸς υἱοὺς Ἀμμὼν, καὶ ἔσῃ ἡμῖν εἰς ἄρχοντα πᾶσι τοῖς κατοικοῦσι Γαλαάδ.
9 Καὶ εἶπεν Ἰεφθάε πρὸς τοὺς πρεσβυτέρους Γαλαὰδ, εἰ ἐπιστρέφετέ με ὑμεῖς παρατάξασθαι ἐν υἱοῖς Ἀμμὼν, καὶ παραδῷ αὐτοὺς Κύριος ἐνώπιον ἐμοῦ, καὶ ἐγὼ ὑμῖν ἔσομαι εἰς ἄρχοντα.
10 Καὶ εἶπαν οἱ πρεσβύτεροι Γαλαὰδ πρὸς Ἰεφθάε, Κύριος ἔστω ἀκούων ἀναμέσον ἡμῶν, εἰ μὴ κατὰ τὸ ῥῆμά σου οὕτω ποιήσομεν.
11 Καὶ ἐπορεύθη Ἰεφθάε μετὰ τῶν πρεσβυτέρων Γαλαὰδ, καὶ ἔθηκαν αὐτὸν ὁ λαὸς ἐπʼ αὐτοὺς εἰς κεφαλὴν καὶ εἰς ἀρχηγόν· καὶ ἐλάλησεν Ἰεφθαέ πάντας τοὺς λόγους αὐτοῦ ἐνώπιον Κυρίου ἐν Μασσηφά.
12 Καὶ ἀπέστειλεν Ἰεφθάε ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμὼν, λέγων, τί ἐμοὶ καὶ σοὶ, ὅτι ἦλθες πρὸς μὲ τοῦ παρατάξασθαι ἐν τῇ γῇ μου;
13 Καὶ εἶπε βασιλεὺς υἱῶν Ἀμμὼν πρὸς τοὺς ἀγγέλους Ἰεφθάε, ὅτι ἔλαβεν Ἰσραὴλ τὴν γῆν μου ἐν τῷ ἀναβαίνειν αὐτὸν ἐξ Αἰγύπτου ἀπὸ Ἀρνὼν ἕως Ἰαβὸκ καὶ ἕως τοῦ Ἰορδάνου· καὶ νῦν ἐπίστρεψον αὐτὰς ἐν εἰρήνῃ, καὶ πορεύσομαι.
14 Καὶ προσέθηκεν ἔτι Ἰεφθάε, καὶ ἀπέστειλεν ἀγγέλους πρὸς βασιλέα υἱῶν Ἀμμών.
15 Καὶ εἶπεν αὐτῷ, οὕτω λέγει Ἰεφθάε, οὐκ ἔλαβεν Ἰσραὴλ τὴν γῆν Μωὰβ, καὶ τὴν γῆν υἱῶν Ἀμμών,
16 ὅτι ἐν τῷ ἀναβαίνειν αὐτοὺς ἐξ Αἰγύπτου ἐπορεύθη Ἰσραὴλ ἐν τῇ ἐρήμῳ ἕως θαλάσσης Σὶφ, καὶ ἦλθεν εἰς Κάδης.
17 Καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς βασιλέα Ἐδὼμ, λέγων, παρελεύσομαι δὴ ἐν τῇ γῇ σου· καὶ οὐκ ἤκουσε βασιλεὺς Ἐδώμ· καί γε πρὸς βασιλέα Μωὰβ ἀπέστειλε, καὶ οὐκ εὐδόκησε· καὶ ἐκάθισεν Ἰσραὴλ ἐν Κάδης,
18 καὶ ἐπορεύθη ἐν τῇ ἐρήμῳ, καὶ ἐκύκλωσε τὴν γῆν Ἐδὼμ καὶ τὴν γῆν Μωάβ· καὶ ἦλθεν ἀπὸ ἀνατολῶν ἡλίου τῇ γῇ Μωὰβ, καὶ παρενέβαλεν ἐν πέραν Ἀρνὼν, καὶ οὐκ εἰσῆλθεν ἐν ὁρίοις Μωὰβ, ὅτι Ἀρνὼν ὅριον Μωάβ.
19 Καὶ ἀπέστειλεν Ἰσραὴλ ἀγγέλους πρὸς Σηὼν βασιλέα τοῦ Ἀμοῤῥαίου βασιλέα Ἐσεβῶν, καὶ εἶπεν αὐτῷ Ἰσραήλ, παρέλθωμεν δὴ ἐν τῇ γῇ σου ἕως τοῦ τόπου ἡμῶν.
20 Καὶ οὐκ ἐνεπίστευσε Σηὼν τῷ Ἰσραὴλ παρελθεῖν ἐν τῷ ὁρίῳ αὐτοῦ· καὶ συνῆξε Σηὼν πάντα τὸν λαὸν αὐτοῦ, καὶ παρενέβαλον εἰς Ἰασὰ, καὶ παρετάξατο πρὸς Ἰσραήλ.
21 Καὶ παρέδωκε Κύριος ὁ Θεὸς Ἰσραὴλ τὸν Σηὼν καὶ πάντα τὸν λαὸν αὐτοῦ ἐν χειρὶ Ἰσραὴλ, καὶ ἐπάταξεν αὐτόν· καὶ ἐκληρονόμησεν Ἰσραὴλ πᾶσαν τὴν γῆν τοῦ Ἀμοῤῥαίου τοῦ κατοικοῦντος τὴν γῆν ἐκείνην
22 ἀπὸ Ἀρνὼν καὶ ἕως τοῦ Ἰαβὸκ, καὶ ἀπὸ τοῦ ἐρήμου ἕως τοῦ Ἰορδάνου.
23 Καὶ νῦν Κύριος ὁ Θεὸς Ἰσραὴλ ἐξῇρε τὸν Ἀμοῤῥαῖον ἀπὸ προσώπου λαοῦ αὐτοῦ Ἰσραήλ, καὶ σὺ κληρονομήσεις αὐτόν;
24 Οὐχὶ ἃ ἐὰν κληρονομήσει σε Χαμὼς ὁ θεὸς σοῦ, αὐτὰ κληρονομήσεις, καὶ τοὺς πάντας οὓς ἐξῇρε Κύριος ὁ Θεὸς ἡμῶν ἀπὸ προσώπου ἡμῶν, αὐτοὺς κληρονομήσομεν;
25 Καὶ νῦν μὴ ἐν ἀγαθῷ ἀγαθώτερος σὺ ὑπὲρ Βαλὰκ υἱὸν Σεπφὼρ βασιλέως Μωάβ; μὴ μαχόμενος ἐμαχέσατο μετὰ Ἰσραὴλ, ἢ πολεμῶν ἐπολέμησεν αὐτὸν,
26 ἐν τῷ οἰκῆσαι ἐν Ἐσεβὼν καὶ ἐν τοῖς ὁρίοις αὐτῆς, καὶ ἐν γῇ Ἀροὴρ καὶ ἐν τοῖς ὁρίοις αὐτῆς, καὶ ἐν πάσαις ταῖς πόλεσι ταῖς παρὰ τὸν Ἰορδάνην, τριακόσια ἔτη; καὶ διατί οὐκ ἐῤῥύσω αὐτοὺς ἐν τῷ καιρῷ ἐκείνῳ;
27 Καὶ νῦν ἐγώ εἰμι οὐχ ἥμαρτόν σοι, καὶ σὺ ποιεῖς μετʼ ἐμοῦ πονηρίαν τοῦ παρατάξασθαι ἐν ἐμοί· κρίναι Κύριος ὁ κρίνων σήμερον ἀναμέσον υἱῶν Ἰσραὴλ καὶ ἀναμέσον υἱῶν Ἀμμών.
28 Καὶ οὐκ ἤκουσε βασιλεὺς υἱῶν Ἀμμὼν τῶν λόγων Ἰεφθάε, ὧν ἀπέστειλε πρὸς αὐτόν.
29 Καὶ ἐγένετο ἐπὶ Ἰεφθάε πνεῦμα Κυρίου, καὶ παρῆλθε τὸν Γαλαὰδ, καὶ τὸν Μανασσῆ, καὶ παρῆλθε τὴν σκοπιὰν Γαλαὰδ εἰς τὸ πέραν υἱῶν Ἀμμών.
30 Καὶ ηὔξατο Ἰεφθάε εὐχὴν τῷ Κυρίῳ, καὶ εἶπεν, ἐὰν διδοὺς δῷς μοι τοὺς υἱοὺς Ἁμμὼν ἐν τῆ χειρί μου,
31 καὶ ἔσται ὁ ἐκπορευόμενος ὃς ἂν ἐξέλθῃ ἀπὸ τῆς θύρας τοῦ οἴκου μου εἰς συνάντησίν μου ἐν τῷ ἐπιστρέφειν με ἐν εἰρήνῃ ἀπὸ υἱῶν Ἀμμὼν, καὶ ἔσται τῷ Κυρίῳ, ἀνοίσω αὐτὸν ὁλοκαύτωμα.
32 Καὶ παρῆλθεν Ἰεφθάε πρὸς υἱοὺς Ἀμμὼν παρατάξασθαι πρὸς αὐτούς· καὶ παρέδωκεν αὐτοὺς Κύριος ἐν χειρὶ αὐτοῦ.
33 Καὶ ἐπάταξεν αὐτοὺς ἀπὸ Ἀροὴρ ἕως ἐλθεῖν ἄχρις Ἀρνὼν ἐν ἀριθμῷ εἴκοσι πόλεις, καὶ ἕως Ἐβελχαρμὶμ, πληγὴν μεγάλην σφόδρα· καὶ συνεστάλησαν οἱ υἱοὶ Ἀμμὼν ἀπὸ προσώπου υἱῶν Ἰσραήλ.
34 Καὶ ἦλθεν Ἰεφθάε εἰς Μασσηφὰ εἰς τὸν οἶκον αὐτοῦ· καὶ ἰδοὺ ἡ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς· καὶ αὕτη ἦν μονογενὴς αὐτῷ· οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς ἢ θυγάτηρ.
35 Καὶ ἐγένετο ὡς εἶδεν αὐτὴν αὐτός, διέῤῥηξε τὰ ἱμάτια αὐτοῦ, καὶ εἶπεν, ἆ ἆ, θυγάτηρ μου, ταραχῇ ἐτάραξάς με, καὶ σὺ ἦς ἐν τῷ ταράχῳ μου, καὶ ἐγώ εἰμι ἤνοιξα κατὰ σοῦ τὸ στόμα μου πρὸς Κύριον, καὶ οὐ δυνήσομαι ἀποστρέψαι.
36 Ἡ δὲ εἶπε πρὸς αὐτὸν, πάτερ, ἤνοιξας τὸ στόμα σου πρὸς Κύριον; ποίησόν μοι ὃν τρόπον ἐξῆλθεν ἐκ στόματός σου, ἐν τῷ ποιῆσαί σοι Κύριον ἐκδίκησιν τῶν ἐχθρῶν σου ἀπὸ τῶν υἱῶν Ἀμμών.
37 Καὶ ἥδε εἶπε πρὸς τὸν πατέρα αὐτῆς, ποιησάτω δὴ ὁ πατήρ μου τὸν λόγον τοῦτον· ἔασόν με δύο μῆνας, καὶ πορεύσομαι καὶ καταβήσομαι ἐπὶ τὰ ὄρη, καὶ κλαύσομαι ἐπὶ τὰ παρθένιά μου ἐγώ εἰμι καὶ αἱ συνεταιρίδες μου.
38 Καὶ εἶπε, πορεύου· καὶ ἀπέστειλεν αὐτὴν δύο μῆνας· καὶ ἐπορεύθη αὐτὴ καὶ αἱ συνεταιρίδες αὐτῆς, καὶ ἔκλαυσεν ἐπὶ τὰ παρθένια αὐτῆς ἐπὶ τὰ ὄρη.
39 Καὶ ἐγένετο ἐν τέλει τῶν δύο μηνῶν, καὶ ἐπέστρεψε πρὸς τὸν πατέρα αὐτῆς· καὶ ἐποίησεν ἐν αὐτῇ τὴν εὐχὴν αὐτοῦ ἣν ηὔξατο· καὶ αὕτη οὐκ ἔγνω ἄνδρα· καὶ ἐγένετο εἰς πρόσταγμα ἐν Ἰσραήλ·
40 Ἀπὸ ἡμερῶν εἰς ἡμέρας ἐπορεύοντο θυγατέρες Ἰσραὴλ θρηνεῖν τὴν θυγατέρα Ἰεφθάε τοῦ Γαλααδίτου ἐπὶ τέσσαρας ἡμέρας ἐν τῷ ἐνιαυτῷ.
Brenton English
1 And Jephthae the Galaadite was a mighty man; and he was the son of a harlot, who bore Jephthae to Galaad.
exalted in strength.
2 And the wife of Galaad bore him sons; and the sons of his wife grew up, and they cast out Jephthae, and said to him, Thou shalt not inherit in the house of our father, for thou art the son of a concubine.
3 And Jephthae fled from the face of his brethren, and dwelt in the land of Tob; and vain men gathered to Jephthae, and went out with him.
4 And it came to pass when the children of Ammon prepared to fight with Israel,
5 that the elders of Galaad went to fetch Jephthae from the land of Tob.
6 And they said to Jephthae, Come, and be our head, and we will fight with the sons of Ammon.
7 And Jephthae said to the elders of Galaad, Did ye not hate me, and cast me out of my father's house, and banish me from you? and wherefore are ye come to me now when ye want me?
8 And the elders of Galaad said to Jephthae, Therefore have we now turned to thee, that thou shouldest go with us, and fight against the sons of Ammon, and be our head over all the inhabitants of Galaad.
and thou shalt.
9 And Jephthae said to the elders of Galaad, If ye turn me back to fight with the children of Ammon, and the Lord should deliver them before me, then will I be your head.
10 And the elders of Galaad said to Jephthae, The Lord be witness between us, if we shall not do according to thy word.
11 And Jephthae went with the elders of Galaad, and the people made him head and ruler over them: and Jephthae spoke all his words before the Lord in Massepha.
12 And Jephthae sent messengers to the king of the children of Ammon, saying, What have I to do with thee, that thou hast come against me to fight in my land?
13 And the king of the children of Ammon said to the messengers of Jephthae, Because Israel took my land when he went up out of Egypt, from Arnon to Jaboc, and to Jordan: now then return them peaceably and I will depart.
14 And Jephthae again sent messengers to the king of the children of Ammon,
15 and said to him, Thus says Jephthae, Israel took not the land of Moab, nor the land of the children of Ammon;
16 for in their going up out of Egypt Israel went in the wilderness as far as the sea of Siph, and came to Cades.
17 And Israel sent messengers to the king of Edom, saying, I will pass, if it please thee, by thy land: and the king of Edom complied not: and Israel also sent to the king of Moab, and he did not consent; and Israel sojourned in Cades.
heard not.
18 And they journeyed in the wilderness, and compassed the land of Edom and the land of Moab: and they came by the east of the land of Moab, and encamped in the country beyond Arnon, and came not within the borders of Moab, for Arnon is the border of Moab.
19 And Israel sent messengers to Seon king of the Amorite, king of Esebon, and Israel said to him, Let us pass, we pray thee, by thy land to our place.
20 And Seon did not trust Israel to pass by his coast; and Seon gathered all his people, and they encamped at Jasa; and he set the battle in array against Israel.
21 And the Lord God of Israel delivered Seon and all his people into the hand of Israel, and they smote him; and Israel inherited all the land of the Amorite who dwelt in that land,
22 from Arnon and to Jaboc, and from the wilderness to Jordan.
23 And now the Lord God of Israel has removed the Amorite from before his people Israel, and shalt thou inherit his land ?
him.
24 Wilt thou not inherit those possessions which Chamos thy god shall cause thee to inherit; and shall not we inherit the land of all those whom the Lord our God has removed from before you?
So the text; but ἡμῶν, us is undoubtedly the true reading.
25 And now art thou any better than Balac son of Sepphor, king of Moab? Did he indeed fight with Israel, or indeed make war with him,
26 when Israel dwelt in Esebon and in its coasts, and in the land of Aroer and in its coasts, and in all the cities by Jordan, three hundred years? and wherefore didst thou not recover them in that time?
redeem.
27 And now I have not sinned against thee, but thou wrongest me in preparing war against me: may the Lord the Judge judge this day between the children of Israel and the children of Ammon.
the verb εἰμὶ is merely redundant after the pronoun ἐγὼ in these instances.
28 But the king of the children of Ammon hearkened not to the words of Jephthae, which he sent to him.
29 And the Spirit of the Lord came upon Jephthae, and he passed over Galaad, and Manasse, and passed by the watch-tower of Galaad to the other side of the children of Ammon.
30 And Jephthae vowed a vow to the Lord, and said, If thou wilt indeed deliver the children of Ammon into my hand,
31 then it shall come to pass that whosoever shall first come out of the door of my house to meet me when I return in peace from the children of Ammon, he shall be the Lord's: I will offer him up for a whole-burnt-offering.
32 And Jephthae advanced to meet the sons of Ammon to fight against them; and the Lord delivered them into his hand.
33 And he smote them from Aroer till one comes to Arnon, in number twenty cities, and as far as Ebelcharmim, with a very great destruction: and the children of Ammon were straitened before the children of Israel.
34 And Jephthae came to Massepha to his house; and behold, his daughter came forth to meet him with timbrels and dances; and she was his only child, he had not another son or daughter.
35 And it came to pass when he saw her, that he rent his garments, and said, Ah, ah, my daughter, thou hast indeed troubled me, and thou wast the cause of my trouble; and I have opened my mouth against thee to the Lord, and I shall not be able to return from it.
36 And she said to him, Father, hast thou opened thy mouth to the Lord? Do to me accordingly as the word went out of thy mouth, in that the Lord has wrought vengeance for thee on thine enemies of the children of Ammon.
37 And she said to her father, Let my father now do this thing: let me alone for two months, and I will go up and down on the mountains, and I will bewail my virginity, I and my companions.
38 And he said, Go: and he sent her away for two months; and she went, and her companions, and she bewailed her virginity on the mountains.
39 And it came to pass at the end of the two months that she returned to her father; and he performed upon her his vow which he vowed; and she knew no man:
40 and it was an ordinance in Israel, That the daughters of Israel went from year to year to bewail the daughter of Jephthae the Galaadite for four days in a year.
Period of days, i. e. year.
Compare Greek and Hebrew numbering. Read the Hebrew-based Bible book
Source and license
L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.
Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.
Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.