Berean BlueApp preview

Numbers 7

Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.

Choose a chapter of Numbers

Greek text or English translation.

Greek Septuagint

1 Καὶ ἐγένετο ᾗ ἡμέρᾳ συνετέλεσε Μωυσῆς, ὥστε ἀναστῆσαι τὴν σκηνήν, καὶ ἔχρισεν αὐτὴν, καὶ ἡγίασεν αὐτὴν, καὶ πάντα τὰ σκεύη αὐτῆς, καὶ τὸ θυσιαστήριον, καὶ πάντα τὰ σκεύη αὐτοῦ, καὶ ἔχρισεν αὐτὰ, καὶ ἡγίασεν αὐτά.

2 Καὶ προσήνεγκαν οἱ ἄρχοντες Ἰσραὴλ, δώδεκα ἄρχοντες οἴκων πατριῶν αὐτῶν· οὗτοι οἱ ἄρχοντες φυλῶν, οὗτοι οἱ παρεστηκότες ἐπὶ τῆς ἐπισκοπῆς.

3 Καὶ ἤνεγκαν τὸ δῶρον αὐτῶν ἔναντι Κυρίου, ἓξ ἁμάξας λαμπηνίκας, καὶ δώδεκα βόας· ἅμαξαν παρὰ δύο ἀρχόντων, καὶ μόσχον παρὰ ἑκάστου· καὶ προσήγαγον ἐναντίον τῆς σκηνῆς.

4 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, λέγων,

5 λάβε παρʼ αὐτῶν, καὶ ἔσονται πρὸς τὰ ἔργα τὰ λειτουργικὰ τῆς σκηνῆς τοῦ μαρτυρίου· καὶ δώσεις αὐτὰ τοῖς Λευίταις, ἑκάστῳ κατὰ τὴν αὐτοῦ λειτουργίαν.

6 Καὶ λαβὼν Μωυσῆς τὰς ἁμάξας καὶ τοὺς βόας, ἔδωκεν αὐτὰ τοῖς Λευίταις.

7 Καὶ τὰς δύο ἁμάξας καὶ τοὺς τέσσαρας βόας ἔδωκε τοῖς υἱοῖς Γεδσὼν κατὰ τὰς λειτουργίας αὐτῶν.

8 Καὶ τὰς τέσσαρας ἁμάξας καὶ τοὺς ὀκτὼ βόας ἔδωκε τοῖς υἱοῖς Μεραρὶ κατὰ τὰς λειτουργίας αὐτῶν, διὰ Ἰθάμαρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως.

9 Καὶ τοῖς υἱοῖς Καὰθ οὐ δέδωκεν, ὅτι τὰ λειτουργήματα τοῦ ἁγίου ἔχουσιν· ἐπʼ ὤμων ἀροῦσι.

10 Καὶ προσήνεγκαν οἱ ἄρχοντες εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου, ἐν τῇ ἡμέρᾳ ᾗ ἔχρισεν αὐτὸ, καὶ προσήνεγκαν οἱ ἄρχοντες τὰ δῶρα αὐτῶν ἀπέναντι τοῦ θυσιαστηρίου.

11 Καὶ εἶπε Κύριος πρὸς Μωυσῆν, ἄρχων εἷς καθʼ ἡμέραν, ἄρχων καθʼ ἡμέραν προσοίσουσι τὰ δῶρα αὐτῶν εἰς τὸν ἐγκαινισμὸν τοῦ θυσιαστηρίου.

12 Καὶ ἦν ὁ προσφέρων ἐν τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ, Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα.

13 Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφοτέρα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

14 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

15 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

16 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

17 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο δῶρον Ναασσὼν υἱοῦ Ἀμιναδάβ.

18 Τῇ ἡμέρᾳ τῇ δευτέρᾳ προσήνεγκε Ναθαναὴλ υἱὸς Σωγὰρ, ὅ ἄρχων τῆς φυλῆς Ἰσσάχαρ.

19 Καὶ προσήνεγκε τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

20 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

21 Μόσχον ἔνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

22 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

23 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ναθαναὴλ υἱοῦ Σωγάρ.

24 Τῇ ἡμέρᾳ τῇ τρίτῃ ἄρχων τῶν υἱῶν Σαβουλὼν, Ἑλιὰβ υἱὸς Χαιλών.

25 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

26 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

27 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

28 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

29 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἑλιὰβ υἱοῦ Χαιλών.

30 Τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἄρχων τῶν υἱῶν Ῥουβὴν, Ἑλισοῦρ υἱὸς Σεδιούρ.

31 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

32 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

33 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

34 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

35 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἑλισοὺρ υἱοῦ Σεδιούρ.

36 Τῇ ἡμέρᾳ τῇ πέμπτῃ ἄρχων τῶν υἱῶν Συμεὼν, Σαλαμιὴλ υἱὸς Σουρισαδαί.

37 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἐναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

38 Θυϊσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

39 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

40 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

41 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Σαλαμιὴλ υἱοῦ Σουρισαδαί.

42 Τῇ ἡμέρᾳ τῇ ἕκτῃ ἄρχων τῶν υἱῶν Γὰδ, Ἐλεισὰφ υἱὸς Ῥαγουήλ.

43 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

44 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

45 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

46 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

47 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλισὰφ υἱοῦ Ῥαγουήλ.

48 Τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἄρχων τῶν υἱῶν Ἐφραὶμ, Ἐλισαμὰ υἱὸς Ἐμιούδ.

49 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

50 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

51 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

52 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

53 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἐλισαμὰ υἱοῦ Ἐμιούδ.

54 Τῇ ἡμέρᾳ τῇ ὀγδόῃ ἄρχων τῶν υἱῶν Μανασσῆ, Γαμαλιὴλ υἱὸς Φαδασσούρ.

55 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

56 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

57 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

58 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας·

59 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Γαμαλιὴλ υἱοὺ Φαδασσούρ.

60 Τῇ ἡμέρᾳ τῇ ἐνάτῃ ἄρχων τῶν υἱῶν Βενιαμὶν, Ἀβιδὰν υἱὸς Γαδεωνί.

61 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην, μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν·

62 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

63 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

64 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

65 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀβιδὰν υἱοῦ Γαδεωνί.

66 Τῇ ἡμέρᾳ τῇ δεκάτῃ ἄρχων τῶν υἱῶν Δὰν, Ἀχιέζερ υἱὸς Ἀμισαδαί.

67 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἕν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

68 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

69 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλοκαύτωμα,

70 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

71 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχιέζερ υἱοῦ Ἀμισαδαί.

72 Τῇ ἡμέρᾳ τῇ ἑνδέκατῃ ἄρχων τῶν υἱῶν Ἀσὴρ, Φαγεὴλ υἱὸς Ἐχράν.

73 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

74 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

75 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἐνιαύσιον ἕνα εἰς ὁλοκαύτωμα,

76 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

77 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Φαγεὴλ υἱοῦ Ἐχράν.

78 Τῇ ἡμέρᾳ τῇ δωδεκάτῃ ἄρχων τῶν υἱῶν Νεφθαλί, Ἀχιρὲ υἱὸς Αἰνάν.

79 Τὸ δῶρον αὐτοῦ, τρυβλίον ἀργυροῦν ἓν, τριάκοντα καὶ ἑκατὸν ὁλκὴ αὐτοῦ· φιάλην μίαν ἀργυρᾶν, ἑβδομήκοντα σίκλων κατὰ τὸν σίκλον τὸν ἅγιον· ἀμφότερα πλήρη σεμιδάλεως ἀναπεποιημένης ἐν ἐλαίῳ εἰς θυσίαν.

80 Θυΐσκην μίαν δέκα χρυσῶν, πλήρη θυμιάματος.

81 Μόσχον ἕνα ἐκ βοῶν, κριὸν ἕνα, ἀμνὸν ἕνα ἐνιαύσιον εἰς ὁλόκαύτωμα,

82 καὶ χίμαρον ἐξ αἰγῶν ἕνα περὶ ἁμαρτίας.

83 Καὶ εἰς θυσίαν σωτηρίου δαμάλεις δύο, κριοὺς πέντε, τράγους πέντε, ἀμνάδας ἐνιαυσίας πέντε· τοῦτο τὸ δῶρον Ἀχιρὲ υἱοῦ Αἰνάν.

84 Οὗτος ὁ ἐγκαινισμὸς τοῦ θυσιαστηρίου ᾗ ἡμέρᾳ ἔχρισεν αὐτὸ, παρὰ τῶν ἀρχόντων τῶν υἱῶν Ἰσραὴλ· τρυβλία ἀργυρᾶ δώδεκα, φιάλαι ἀργυραῖ δώδεκα, θυΐσκαι χρυσαῖ δώδεκα.

85 Τριάκοντα καὶ ἑκατὸν σίκλων, τὸ τρυβλίον τὸ ἕν, καὶ ἑβδομήκοντα σίκλων ἡ φιάλη ἡ μία· πᾶν τὸ ἀργύριον τῶν σκευῶν, δισχίλιοι καὶ τετρακόσιοι σίκλοι· σίκλοι, ἐν τῷ σίκλῳ τῷ ἁγίῳ.

86 Θυΐσκαι χρυσαῖ δώδεκα πλήρεις θυμιάματος· πᾶν τὸ χρυσίον τῶν θυϊσκῶν, εἴκοσι καὶ ἑκατὸν χρυσοῖ.

87 Πᾶσαι αἱ βόες αἱ εἰς ὁλοκαύτωσιν, μόσχοι δώδεκα, κριοὶ δώδεκα, ἀμνοὶ ἐνιαύσιοι δώδεκα, καὶ αἱ θυσίαι αὐτῶν, καὶ αἱ σπονδαὶ αὐτῶν· καὶ χίμαροι ἐξ αἰγῶν δώδεκα περὶ ἁμαρτίας.

88 Πᾶσαι αἱ βόες εἰς θυσίαν σωτηρίου, δαμάλεις εἰκοσιτέσσαρες, κριοὶ ἑξήκοντα, τράγοι ἑξήκοντα ἐνιαύσιαι, ἀμνάδες ἑξήκοντα ἐνιαύσιοι ἄμωμοι· αὕτη ἡ ἐγκαίνωσις τοῦ θυσιαστηρίου, μετὰ τὸ πληρῶσαι τὰς χεῖρας αὐτοῦ, καὶ μετὰ τὸ χρίσαι αὐτόν.

89 Ἐν τῷ εἰσπορεύεσθαι Μωυσῆν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου λαλῆσαι αὐτῷ, καὶ ἤκουσε τὴν φωνὴν Κυρίου λαλοῦντος πρὸς αὐτὸν ἄνωθεν τοῦ ἱλαστηρίου, ὅ ἐστιν ἐπὶ τῆς κιβωτοῦ τοῦ μαρτυρίου, ἀναμέσον τῶν δύο χερουβίμ· καὶ ἐλάλει πρὸς αὐτόν.

Brenton English

1 And it came to pass in the day in which Moses finished the setting-up of the tabernacle, that he anointed it, and consecrated it, and all its furniture, and the altar and all its furniture, he even anointed them, and consecrated them.

so as to set up.

2 And the princes of Israel brought gifts , twelve princes of their fathers' houses: these were the heads of tribes, these are they that presided over the numbering.

3 And they brought their gift before the Lord, six covered waggons, and twelve oxen; a waggon from two princes, and a calf from each: and they brought them before the tabernacle.

4 And the Lord spoke to Moses, saying,

5 Take of them, and they shall be for the works of the services of the tabernacle of witness: and thou shalt give them to the Levites, to each one according to his ministration.

6 And Moses took the waggons and the oxen, and gave them to the Levites.

7 And he gave two waggons and four oxen to the sons of Gedson, according to their ministrations.

8 And four waggons and eight oxen he gave to the sons of Merari according to their ministrations, by Ithamar the son of Aaron the priest.

9 But to the sons of Caath he gave them not, because they have the ministrations of the sacred things: they shall bear them on their shoulders.

10 And the rulers brought gifts for the dedication of the altar, in the day in which he anointed it, and the rulers brought their gifts before the altar.

11 And the Lord said to Moses, One chief each day, they shall offer their gifts a chief each day for the dedication of the altar.

12 And he that offered his gift on the first day, was Naasson the son of Aminadab, prince of the tribe of Juda.

13 And he brought his gift, one silver charger of a hundred and thirty shekels was its weight, one silver bowl, of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.

14 One golden censer of ten shekels full of incense.

one censer of ten golden weights.

15 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering;

16 and one kid of the goats for a sin-offering.

17 And for a sacrifice of peace-offering, two heifers, five rams, five he goats, five ewe-lambs of a year old: this was the gift of Naasson the son of Aminadab.

18 On the second day Nathanael son of Sogar, the prince of the tribe of Issachar, brought his offering .

19 And he brought his gift, one silver charger, its weight a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.

20 One censer of ten golden shekels, full of incense.

21 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

22 and one kid of the goats for a sin-offering.

23 And for a sacrifice, a peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Nathanael the son of Sogar.

24 On the third day the prince of the sons of Zabulon, Eliab the son of Chælon.

25 He brought his gift, one silver charger, its weight a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.

26 One golden censer of ten shekels, full of incense.

27 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

28 and one kid of the goats for a sin-offering.

29 And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Eliab the son of Chælon.

30 On the fourth day Elisur the son of Sediur, the prince of the children of Ruben.

31 He brought his gift, one silver charger, its weight a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.

32 One golden censer of ten shekels full of incense.

33 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

34 and one kid of the goats for a sin-offering.

35 And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Elisur the son of Sediur.

36 On the fifth day the prince of the children of Symeon, Salamiel the son of Surisadai.

37 He brought his gift, one silver charger, its weight one hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.

38 One golden censer of ten shekels, full of incense.

39 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

40 and one kid of the goats for a sin-offering.

41 And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Salamiel the son of Surisadai.

42 On the sixth day the prince of the sons of Gad, Elisaph the son of Raguel.

43 He brought his gift, one silver charger, its weight a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat offering.

44 One golden censer of ten shekels, full of incense.

45 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

46 and one kid of the goats for a sin-offering.

47 And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Elisaph the son of Raguel.

48 On the seventh day the prince of the sons of Ephraim, Elisama the son of Emiud.

49 He brought his gift, one silver charger, its weight was a hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.

50 One golden censer of ten shekels, full of incense.

51 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

52 and one kid of the goats for a sin-offering.

53 And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Elisama the son of Emiud.

54 On the eighth day the prince of the sons of Manasse, Gamaliel the son of Phadassur.

55 He brought his gift, one silver charger, its weight one hundred and thirty shekels, one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour mingled with oil for a meat-offering.

56 One golden censer of ten shekels, full of incense.

57 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

58 and one kid of the goats for a sin-offering.

59 And for a sacrifice of peace-offering two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Gamaliel the son of Phadassur.

60 On the ninth day the prince of the sons of Benjamin, Abidan the son of Gadeoni.

61 He brought his gift, one silver charger, its weight a hundred and thirty shekels , one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour mingled with oil for a meat-offering.

62 One golden censer of ten shekels, full of incense.

63 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

64 and one kid of the goats for a sin-offering.

65 And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Abidan the son of Gadeoni.

66 On the tenth day the prince of the sons of Dan, Achiezer the son of Amisadai.

67 He brought his gift, one silver charger, its weight a hundred and thirty shekels , one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour kneaded with oil for a meat-offering.

68 One golden censer of ten shekels, full of incense.

69 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

70 and one kid of the goats for a sin-offering.

71 And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old. This was the gift of Achiezer the son of Amisadai.

72 On the eleventh day the prince of the sons of Aser, Phageel the son of Echran.

73 He brought his gift, one silver charger, its weight a hundred and thirty shekels , one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour mingled with oil for a meat-offering.

74 One golden censer of ten shekels, full of incense.

75 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

76 and one kid of the goats for a sin-offering.

77 And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Phageel the son of Echran.

78 On the twelfth day the prince of the sons of Nephthali, Achire the son of Ænan.

79 He brought his gift, one silver charger, its weight a hundred and thirty shekels; one silver bowl of seventy shekels according to the holy shekel; both full of fine flour mingled with oil for a meat offering.

80 One golden censer of ten shekels, full of incense.

81 One calf of the herd, one ram, one he-lamb of a year old for a whole-burnt-offering,

82 and one kid of the goats for a sin-offering.

83 And for a sacrifice of peace-offering, two heifers, five rams, five he-goats, five ewe-lambs of a year old: this was the gift of Achire the son of Ænan.

84 This was the dedication of the altar in the day in which Moses anointed it, by the princes of the sons of Israel; twelve silver chargers, twelve silver bowls, twelve golden censers:

85 each charger of a hundred and thirty shekels, and each bowl of seventy shekels: all the silver of the vessels was two thousand four hundred shekels, the shekels according to the holy shekel.

one.

86 Twelve golden censers full of incense: all the gold of the shekels, a hundred and twenty shekels.

87 All the cattle for whole-burnt-offerings, twelve calves, twelve rams, twelve he-lambs of a year old, and their meat-offerings, and their drink-offerings: and twelve kids of the goats for sin-offering.

cows.

88 All the cattle for a sacrifice of peace-offering, twenty-four heifers, sixty rams, sixty he-goats of a year old, sixty ewe-lambs of a year old without blemish: this is the dedication of the altar, after that Moses consecrated Aaron , and after he anointed him.

filled his hands.

89 When Moses went into the tabernacle of witness to speak to God, then he heard the voice of the Lord speaking to him from off the mercy-seat, which is upon the ark of the testimony, between the two cherubs; and he spoke to him.

him.

Compare Greek and Hebrew numbering. Read the Hebrew-based Bible book

Source and license

L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.

Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.

Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.