Berean BlueApp preview

2 Chronicles 20

Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.

Choose a chapter of 2 Chronicles

Greek text or English translation.

Greek Septuagint

1 Καὶ μετὰ ταῦτα ἦλθον οἱ υἱοὶ Μωὰβ, καὶ υἱοὶ Ἀμμὼν, καὶ μετʼ αὐτῶν ἐκ τῶν Μιναίων πρὸς Ἰωσαφὰτ εἰς πόλεμον.

2 Καὶ ἦλθον καὶ ὑπέδειξαν τῷ Ἰωσαφὰτ, λέγοντες, ἥκει ἐπὶ σὲ πλῆθος πολὺ ἐκ πέραν τῆς θαλάσσης ἀπὸ Συρίας, καὶ ἰδού εἰσιν ἐν Ἀσασὰν Θαμὰρ, αὕτη ἐστὶν Ἐγγαδί.

3 Καὶ ἐφοβήθη, καὶ ἔδωκε Ἰωσαφὰτ πρόσωπον αὐτοῦ ἐκζητῆσαι τὸν Κύριον, καὶ ἐκήρυξε νηστείαν ἐν παντὶ Ἰούδα.

4 Καὶ συνήχθη Ἰούδα ἐκζητῆσαι τὸν Κύριον, καὶ ἀπὸ πασῶν τῶν πόλεων Ἰούδα ἦλθον ζητῆσαι τὸν Κύριον.

5 Καὶ ἀνέστη Ἰωσαφὰτ ἐν ἐκκλησίᾳ Ἰούδα ἐν Ἱερουσαλὴμ ἐν οἴκῳ Κυρίου κατὰ πρόσωπον τῆς αὐλῆς τῆς καινῆς.

6 Καὶ εἶπε, Κύριε ὁ Θεὸς τῶν πατέρων μου, οὐχὶ σὺ εἶ Θεὸς ἐν οὐρανῷ ἄνω, καὶ σὺ κυριεύεις πασῶν τῶν βασιλειῶν τῶν ἐθνῶν; καὶ ἐν τῇ χειρί σου ἰσχὺς δυναστείας, καὶ οὐκ ἔστι πρὸς σὲ ἀντιστῆναι;

7 Οὐχὶ σὺ ὁ Κύριος ὁ ἐξολοθρεύσας τοὺς κατοικοῦντας τὴν γῆν ταύτην ἀπὸ προσώπου τοῦ λαοῦ σου Ἰσραὴλ, καὶ ἔδωκας αὐτὴν σπέρματι Ἁβραὰμ τῷ ἠγαπημένῳ σου εἰς τὸν αἰῶνα;

8 Καὶ κατῴκησαν ἐν αὐτῇ, καὶ ᾠκοδόμησαν ἐν αὐτῇ ἁγίασμα τῷ ὀνόματί σου, λέγοντες,

9 ἐὰν ἐπέλθῃ ἐφʼ ἡμᾶς κακὰ, ῥομφαία, κρίσις, θάνατος, λιμὸς, στησόμεθα ἐναντίον τοῦ οἴκου τούτου καὶ ἐναντίον σου, ὅτι τὸ ὄνομά σου ἐπὶ τῷ οἴκῳ τούτῳ, καὶ βοησόμεθα πρὸς σὲ ἀπὸ τῆς θλίψεως, καὶ ἀκούσῃ καὶ σώσεις.

10 Καὶ νῦν ἰδοὺ οἱ υἱοὶ Ἀμμὼν, καὶ Μωὰβ, καὶ ὄρος Σηείρ· εἰς οὓς οὐκ ἔδωκας τῷ Ἰσραὴλ διελθεῖν διʼ αὐτῶν, ἐξελθόντων αὐτῶν ἐκ γῆς Αἰγύπτου, ὅτι ἐξέκλιναν ἀπʼ αὐτῶν, καὶ οὐκ ἐξωλόθρευσαν αὐτούς·

11 Καὶ νῦν ἰσοὺ αὐτοὶ ἐπιχειροῦσιν ἐφʼ ἡμᾶς ἐξελθεῖν ἐκβαλεῖν ἡμᾶς ἀπὸ τῆς κληρονομίας ἡμῶν, ἧς ἔδωκας ἡμῖν.

12 Κύριε ὁ Θεὸς ἡμῶν, οὐ κρινεῖς ἐν αὐτοῖς; ὅτι οὐκ ἔστιν ἡμῖν ἰσχὺς τοῦ ἀντιστῆναι πρὸς τὸ πλῆθος τὸ πολὺ τοῦτο τὸ ἐλθὸν ἐφʼ ἡμᾶς, καὶ οὐκ οἴδαμεν τί ποιήσωμεν αὐτοῖς, ἀλλʼ ἢ ἐπὶ σοὶ οἱ ὀφθαλμοὶ ἡμῶν.

13 Καὶ πᾶς Ἰούδα ἑστηκὼς ἔναντι Κυρίου, καὶ τὰ παιδία αὐτῶν, καὶ αἱ γυναῖκες αὐτῶν.

14 Καὶ τῷ Ὀζιὴλ τῷ τοῦ Ζαχαρίου, τῶν υἱῶν Βαναίου, τῶν υἱῶν Ἐλεϊὴλ τοῦ Ματθανίου τοῦ Λευίτου ἀπὸ τῶν υἱῶν Ἀσὰφ, ἐγένετο ἐπʼ αὐτὸν πνεῦμα Κυρίου ἐν τῇ ἐκκλησίᾳ.

15 Καὶ εἶπεν, ἀκούσατε πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλὴμ καὶ ὁ βασιλεὺς Ἰωσαφάτ· τάδε λέγει Κύριος ὑμῖν αὐτοῖς, μὴ φοβεῖσθε, μηδὲ πτοηθῆτε ἀπὸ προσώπου τοῦ ὄχλου τοῦ πολλοῦ τούτου, ὅτι οὐχ ὑμῖν ἐστιν ἡ παράταξις, ἀλλʼ ἢ τῷ Θεῷ.

16 Αὔριον κατάβητε ἐπʼ αὐτούς· ἰδοὺ ἀναβαίνουσι κατὰ τὴν ἀνάβασιν Ἀσσεῖς, καὶ εὑρήσετε αὐτοὺς ἐπʼ ἄκρου ποταμοῦ τῆς ἐρήμου Ἰεριήλ.

17 Οὐχ ὑμῖν ἐστι πολεμῆσαι· ταῦτα σύνετε, καὶ ἴδετε τὴν σωτηρίαν Κυρίου μεθʼ ὑμῶν Ἰούδα καὶ Ἱερουσαλήμ· μὴ φοβηθῆτε, μηδὲ πτοηθῆτε αὔριον ἐξελθεῖν εἰς ἀπάντησιν αὐτοῖς, καὶ Κύριος μεθʼ ὑμῶν.

18 Καὶ κύψας Ἰωσαφὰτ ἐπὶ πρόσωπον αὐτοῦ καὶ πᾶς Ἰούδα καὶ οἱ κατοικοῦντες Ἱερουσαλὴμ, ἔπεσον ἔναντι Κυρίου προσκυνῆσαι Κυρίῳ.

19 Καὶ ἀνέστησαν οἱ Λευῖται ἀπὸ τῶν υἱῶν Καὰθ, καὶ ἀπὸ τῶν υἱῶν Κορὲ, αἰνεῖν Κυρίῳ Θεῷ Ἰσραὴλ ἐν φωνῇ μεγάλῃ εἰς ὕψος.

20 Καὶ ὤρθρισαν πρωῒ, καὶ ἐξῆλθον εἰς τὴν ἔρημον Θεκωέ· καὶ ἐν τῷ ἐξελθεῖν αὐτοὺς, ἔστη Ἰωσαφὰτ καὶ ἐβόησε, καὶ εἶπεν, ἀκούσατέ μου Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ· ἐμπιστεύσατε ἐν Κυρίῳ Θεῷ ἡμῶν, καὶ ἐμπιστευθήσεσθε· ἐμπιστεύσατε ἐν προφήτῃ αὐτοῦ, καὶ εὐοδωθήσεσθε.

21 Καὶ ἐβουλεύσατο μετὰ τοῦ λαοῦ, καὶ ἔστησε ψαλτῳδοὺς καὶ αἰνοῦντας, ἐξομολογεῖσθαι καὶ αἰνεῖν τὰ ἅγια ἐν τῷ ἐξελθεῖν ἔμπροσθεν τῆς δυνάμεως, καὶ ἔλεγον, ἐξομολογεῖσθε τῷ Κυρίῳ, ὅτι εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ.

22 Καὶ ἐν τῷ ἄρξασθαι αὐτοὺς τῆς αἰνέσεως καὶ τῆς ἐξομολογήσεως, ἔδωκε Κύριος πολεμεῖν τοὺς υἱοὺς Ἀμμὼν ἐπὶ Μωὰβ καὶ ὄρος Σηεὶρ τοὺς ἐξελθόντας ἐπὶ Ἰούδαν, καὶ ἐτροπώθησαν.

23 Καὶ ἀνέστησαν οἱ υἱοὶ Ἀμμὼν καὶ Μωὰβ ἐπὶ τοὺς κατοικοῦντας ὄρος Σηεὶρ, ἐξολοθρεῦσαι καὶ ἐκτρίψαι αὐτούς· καὶ ὡς συνετέλεσαν τοὺς κατοικοῦντας Σηεὶρ, ἀνέστησαν εἰς ἀλλήλους τοῦ ἐξολοθρευθῆναι.

24 Καὶ Ἰούδας ἦλθεν ἐπὶ τὴν σκοπιὰν τῆς ἐρήμου, καὶ ἐπέβλεψε, καὶ εἶδε τὸ πλῆθος· καὶ ἰδοὺ πάντες νεκροὶ πεπτωκότες ἐπὶ τῆς γῆς, οὐκ ἦν σωζόμενος.

25 Καὶ ἐξῆλθεν Ἰωσαφὰτ καὶ ὁ λαὸς αὐτοῦ σκυλεῦσαι τὰ σκῦλα αὐτῶν, καὶ εὗρον κτήνη πολλὰ, καὶ ἀποσκευὴν, καὶ σκῦλα, καὶ σκεύη ἐπιθυμητὰ, καὶ ἐσκύλευσαν ἐν αὐτοῖς· καὶ ἐγένοντο ἡμέραι τρεῖς σκυλευόντων αὐτῶν τὰ σκῦλα, ὅτι πολλὰ ἦν.

26 Καὶ ἐγένετο τῇ ἡμέρᾳ τῇ τετάρτῃ ἐπισυνήχθησαν εἰς τὸν αὐλῶνα τῆς εὐλογίας, ἐκεῖ γὰρ ηὐλόγησαν τὸν Κύριον· διὰ τοῦτο ἐκάλεσαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου Κοιλὰς Εὐλογίας, ἕως τῆς ἡμέρας ταύτης.

27 Καὶ ἐπέστρεψε πᾶς ἀνὴρ Ἰούδα εἰς Ἱερουσαλὴμ, καὶ Ἰωσαφὰτ ἡγούμενος αὐτῶν ἐν εὐφροσύνῃ μεγάλῃ, ὅτι εὔφραινεν αὐτοὺς Κύριος ἀπὸ τῶν ἐχθρῶν αὐτῶν.

28 Καὶ εἰσῆλθον εἰς Ἱερουσαλὴμ ἐν νάβλαις καὶ κινύραις καὶ ἐν σάλπιγξιν εἰς οἶκον Κυρίου.

29 Καὶ ἐγένετο ἔκστασις Κυρίου ἐπὶ πάσας τὰς βασιλείας τῆς γῆς, ἐν τῷ ἀκοῦσαι αὐτοὺς ὅτι Κύριος ἐπολέμησε πρὸς τοὺς ὑπεναντίους Ἰσραήλ.

30 Καὶ εἰρήνευσεν ἡ βασιλεία Ἰωσαφὰτ, καὶ κατέπαυσεν αὐτῷ ὁ Θεὸς αὐτοῦ κυκλόθεν.

31 Καὶ ἐβασίλευσεν Ἰωσαφὰτ ἐπὶ τὸν Ἰούδαν, ὢν ἐτῶν τριακονταπέντε ἐν τῷ βασιλεῦσαι αὐτὸν, καὶ εἴκοσι καὶ πέντε ἔτη ἐβασίλευσεν ἐν Ἱερουσαλὴμ, καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ Ἀζουβὰ, θυγάτηρ Σαλί.

32 Καὶ ἐπορεύθη ἐν ταῖς ὁδοῖς τοῦ πατρὸς αὐτοῦ Ἀσὰ, καὶ οὐκ ἐξέκλινε τοῦ ποιῆσαι τὸ εὐθὲς ἐνώπιον Κυρίου.

33 Ἀλλὰ καὶ τὰ ὑψηλὰ ἔτι ὑπῆρχε, καὶ ἔτι ὁ λαὸς οὐ κατεύθυνε τὴν καρδίαν αὐτῶν πρὸς Κύριον τὸν Θεὸν τῶν πατέρων αὐτῶν.

34 Καὶ οἱ λοιποὶ λόγοι Ἰωσαφὰτ οἱ πρῶτοι καὶ οἱ ἔσχατοι, ἰδοὺ γεγραμμένοι ἐν λόγοις Ἰηοὺ τοῦ Ἀνανὶ, ὃς κατέγραψε βιβλίον βασιλέων Ἰσραήλ.

35 Καὶ μετὰ ταῦτα ἐκοινώνησεν Ἰωσαφὰτ βασιλεὺς Ἰούδα πρὸς Ὀχοζίαν βασιλέα Ἰσραὴλ, καὶ οὗτος ἠνόμησεν·

36 ἐν τῷ ποιῆσαι καὶ πορευθῆναι πρὸς αὐτὸν, τοῦ ποιῆσαι πλοῖα τοῦ πορευθῆναι εἰς Θαρσεῖς· καὶ ἐποίησε πλοῖα ἐν Γασίων Γαβέρ.

37 Καὶ προεφήτευσεν Ἐλιέζερ ὁ τοῦ Δωδία ἀπὸ Μαρισὴς ἐπὶ Ἰωσαφὰτ, λέγων, ὡς ἐφιλίασας τῷ Ὀχοζίᾳ, ἔθραυσε Κύριος τὸ ἔργον σου, καὶ συνετρίβη τὰ πλοῖά σου· καὶ οὐκ ἐδυνάσθη πορευθῆναι εἰς Θαρσεῖς.

Brenton English

1 And after this came the children of Moab, and the children of Ammon, and with them some of the Minæans, against Josaphat to battle.

2 And they came and told Josaphat, saying, There is come against thee a great multitude from Syria, from beyond the sea; and, behold, they are in Asasan Thamar, this is Engadi.

3 And Josaphat was alarmed, and set his face to seek the Lord earnestly, and he proclaimed a fast in all Juda.

4 And Juda gathered themselves together to seek after the Lord: even from all the cities of Juda they came to seek the Lord.

5 And Josaphat stood up in the assembly of Juda in Jerusalem, in the house of the Lord, in front of the new court.

6 And he said, O Lord God of my fathers, art not thou God in heaven above, and art not thou Lord of all the kingdoms of the nations? and is there not in thy hand the might of dominion, and there is no one who can resist thee?

7 Art not thou the Lord that didst destroy the inhabitants of this land before the face of thy people Israel, and didst give it to thy beloved seed of Abraham for ever?

8 And they dwelt in it, and built in it a sanctuary to thy name, saying,

9 If there should come upon us evils, sword, judgment, pestilence, famine, we will stand before this house, and before thee, (for thy name is upon this house,) and we will cry to thee because of the affliction, and thou shalt hear, and deliver.

10 And now, behold, the children of Ammon, and Moab, and mount Seir, with regard to whom thou didst not permit Israel to pass through their border, when they had come out of the land of Egypt, (for they turned away from them, and did not destroy them;)—

11 yet now, behold, they make attempts against us, to come forth to cast us out from our inheritance which thou gavest us.

12 O Lord our God, wilt thou not judge them? for we have no strength to resist this great multitude that is come against us; and we know not what we shall do to them: but our eyes are toward thee.

13 And all Juda was standing before the Lord, and their children, and their wives.

14 And Oziel the son of Zacharias, of the children of Banaias, of the sons of Eleïel the sons of Matthanias the Levite, of the sons of Asaph,—upon him came the Spirit of the Lord in the assembly:

15 and he said, Hear ye, all Juda, and the dwellers in Jerusalem, and king Josaphat: Thus saith the Lord to you, even you, Fear not, neither be alarmed, before all this great multitude; for the battle is not yours, but God's.

16 To-morrow go ye down against them: behold, they come up by the ascent of Assis, and ye shall find them at the extremity of the river of the wilderness of Jeriel.

17 It is not for you to fight: understand these things, and see the deliverance of the Lord with you, Juda and Jerusalem: fear not, neither be afraid to go forth to-morrow to meet them; and the Lord shall be with you.

18 And Josaphat bowed with his face to the ground with all Juda and the dwellers in Jerusalem, and they fell before the Lord to worship the Lord.

19 And the Levites of the children of Caath, and they of the sons of Core, rose up to praise the Lord God of Israel with a loud voice on high.

20 And they rose early in the morning and went out to the wilderness of Thecoe: and as they went out, Josaphat stood and cried, and said, Hear me, Juda, and the dwellers in Jerusalem; put your trust in the Lord God, and your trust shall be honoured; trust in his prophet, and ye shall prosper.

21 And he took counsel with the people, and set appointed men to sing psalms and praises, to give thanks, and sing the holy songs of praise in going forth before the host: and they said, Give thanks to the Lord, for his mercy endures for ever.

22 And when they began the praise and thanksgiving, the Lord caused the children of Ammon to fight against Moab, and the inhabitants of mount Seir that came out against Juda; and they were routed.

23 Then the children of Ammon and Moab rose up against the dwellers in mount Seir, to destroy and consume them; and when they had made an end of destroying the inhabitants of Seir, they rose up against one another so that they were utterly destroyed.

24 And Juda came to the watch-tower of the wilderness, and looked, and saw the multitude, and, behold, they were all fallen dead upon the earth, not one escaped.

25 And Josaphat and his people went out to spoil them, and they found much cattle, and furniture, and spoils, and precious things: and they spoiled them, and they were three days gathering the spoil, for it was abundant.

26 And it came to pass on the fourth day they were gathered to the Valley of Blessing; for there they blessed the Lord: therefore they called the name of that place the Valley of Blessing, until this day.

27 And all the men of Juda returned to Jerusalem, and Josaphat led them with great joy; for the Lord gave them joy over their enemies.

28 And they entered into Jerusalem with lutes and harps and trumpets, going into the house of the Lord.

29 And there was a terror of the Lord upon all the kingdoms of the land, when they heard that the Lord fought against the enemies of Israel.

30 And the kingdom of Josaphat was at peace; and his God gave him rest round about.

31 And Josaphat reigned over Juda, being thirty-five years old when he began to reign, and he reigned twenty-five years in Jerusalem: and his mother's name was Azuba, daughter of Sali.

32 And he walked in the ways of his father Asa, and turned not aside from doing that which was right in the sight of the Lord.

33 Nevertheless the high places yet remained; and as yet the people did not direct their heart to the Lord God of their fathers.

34 And the rest of the acts of Josaphat, the first and the last, behold, they are written in the history of Jeu the son of Anani, who wrote the book of the kings of Israel.

35 And afterwards Josaphat king of Juda entered into an alliance with Ochozias king of Israel, (now this was an unrighteous man,)

36 by acting with and going to him, to build ships to go to Tharsis: and he built ships in Gasion Gaber.

37 And Eliezer the son of Dodia of Marisa prophesied against Josaphat, saying, Forasmuch as thou hast allied thyself with Ochozias, the Lord has broken thy work, and thy vessels have been wrecked. And they could not go to Tharsis.

Compare Greek and Hebrew numbering. Read the Hebrew-based Bible book

Source and license

L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.

Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.

Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.