2 Chronicles 6
Brenton's Septuagint in Greek and English. Each column preserves its source's verse numbering.
Greek text or English translation.
Greek Septuagint
1 Τότε εἰπε Σαλωμὼν, Κύριος εἶπε τοῦ κατασκηνῶσαι ἐν γνόφῳ,
2 καὶ ἐγὼ ᾠκοδόμηκα οἶκον τῷ ὀνόματί σου ἅγιόν σοι καὶ ἕτοιμον τοῦ κατασκηνῶσαι εἰς τοὺς αἰῶνας.
3 Καὶ ἐπέστρεψεν ὁ βασιλεὺς τὸ πρόσωπον αὐτοῦ, καὶ εὐλόγησε τὴν πᾶσαν ἐκκλησίαν Ἰσραὴλ, καὶ πᾶσα ἡ ἐκκλησία Ἰσραὴλ παρειστήκει,
4 καὶ εἶπεν, εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὡς ἐλάλησεν ἐν στόματι αὐτοῦ πρὸς Δαυὶδ τὸν πατέρα μου, καὶ ἐν χερσὶν αὐτοῦ ἐπλήρωσε, λέγων,
5 ἀπὸ τῆς ἡμέρας ἧς ἀνήγαγον τὸν λαόν μου ἐκ γῆς Αἰγύπτου, οὐκ ἐξελεξάμην ἐν πόλει ἀπὸ πασῶν φυλῶν Ἰσραὴλ, τοῦ οἰκοδομῆσαι οἶκον τοῦ εἶναι τὸ ὄνομά μου ἐκεῖ, καὶ οὐκ ἐξελεξάμην ἐν ἀνδρὶ τοῦ εἶναι εἰς ἡγούμενον ἐπὶ τὸν λαόν μου Ἰσραήλ·
6 Καὶ ἐξελεξάμην τὴν Ἱερουσαλὴμ γενέσθαι τὸ ὄνομά μου ἐκεῖ, καὶ ἐξελεξάμην ἐν Δαυὶδ τοῦ εἶναι ἐπὶ τὸν λαόν μου Ἰσραήλ.
7 Καὶ ἐγένετο ἐπὶ καρδίαν Δαυὶδ τοῦ πατρός μου, τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραήλ.
8 Καὶ εἶπε Κύριος πρὸς Δαυὶδ πατέρα μου, διότι ἐγένετο ἐπὶ καρδίαν σου τοῦ οἰκοδομῆσαι οἶκον τῷ ὀνόματί μου, καλῶς ἐποίησας, ὅτι ἐγένετο ἐπὶ τὴν καρδίαν σου.
9 Πλὴν σὺ οὐκ οἰκοδομήσεις τὸν οἶκον, ὅτι ὁ υἱός σου ὃς ἐξελεύσεται ἐκ τῆς ὀσφύος σου, οὗτος οἰκοδομήσει τὸν οἶκον τῷ ὀνόματί μου.
10 Καὶ ἀνέστησε Κύριος τὸν λόγον τοῦτον, ὃν ἐλάλησε, καὶ ἐγενήθην ἀντὶ Δαυὶδ πατρός μου, καὶ ἐκάθισα ἐπὶ τὸν θρόνον Ἰσραὴλ, καθὼς ἐλάλησε Κύριος· καὶ ᾠκοδόμησα τὸν οἶκον τῷ ὀνόματι Κυρίου Θεοῦ Ἰσραὴλ,
11 καὶ ἔθηκα ἐκεῖ τὴν κιβωτὸν ἐν ᾗ ἐκεῖ διαθήκη Κυρίου, ἣν διέθετο τῷ Ἰσραήλ.
12 Καὶ ἔστη κατέναντι τοῦ θυσιαστηρίου Κυρίου ἔναντι πάσης ἐκκλησίας Ἰσραὴλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ·
13 Ὅτι ἐποίησε Σαλωμὼν βάσιν χαλκῆν, καὶ ἔθηκεν αὐτὴν ἐν μέσῳ τῆς αὐλῆς τοῦ ἱεροῦ, πέντε πήχεων τὸ μῆκος αὐτῆς, καὶ πέντε πήχεων τὸ εὖρος αὐτῆς, καὶ τριῶν πήχεων τὸ ὕψος αὐτῆς· καὶ ἔστη ἐπʼ αὐτῆς, καὶ ἔπεσεν ἐπὶ τὰ γόνατα ἔναντι πάσης ἐκκλησίας Ἰσραὴλ, καὶ διεπέτασε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν,
14 καὶ εἶπε, Κύριε ὁ Θεὸς Ἰσραὴλ, οὐκ ἔστιν ὅμοιός σοι Θεὸς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς, φυλάσσων τὴν διαθήκην καὶ τὸ ἔλεος τοῖς παισὶ σου τοῖς πορευομένοις ἐναντίον σου ἐν ὅλῃ καρδίᾳ·
15 Ἃ ἐφύλαξας τῷ παιδί σου Δαυὶδ τῷ πατρί μου, ἃ ἐλάλησας αὐτῷ, λέγων· καὶ ἐλάλησας ἐν στόματί σου, καὶ ἐν χερσί σου ἐπλήρωσας, ὡς ἡ ἡμέρα αὕτη.
16 Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, φύλαξον τῷ παιδί σου τῷ Δαυὶδ τῷ πατρί μου ἃ ἐλάλησας αὐτῷ, λέγων, οὐκ ἐκλείψει σοι ἀνὴρ ἀπὸ προσώπου μου καθήμενος ἐπὶ θρόνου Ἰσραὴλ, πλὴν ἐὰν φυλάξωσιν οἱ υἱοί σου τὴν ὁδὸν αὐτῶν τοῦ πορεύεσθαι ἐν τῷ νόμῳ μου, ὡς ἐπορεύθης ἐναντίον μου.
17 Καὶ νῦν, Κύριε ὁ Θεὸς Ἰσραὴλ, πιστωθήτω δὴ τὸ ῥῆμά σου ὃ ἐλάλησας τῷ παιδί σου τῷ Δαυίδ.
18 Ὅτι εἰ ἀληθῶς κατοικήσει Θεὸς μετὰ ἀνθρώπων ἐπὶ τῆς γῆς; εἰ ὁ οὐρανὸς καὶ ὁ οὐρανὸς τοῦ οὐρανοῦ οὐκ ἀρκέσουσί σοι, καὶ τίς ὁ οἶκος οὗτος ὃν ᾠκοδόμησα;
19 Καὶ ἐπιβλέψῃ ἐπὶ τὴν προσευχὴν παιδός σου καὶ ἐπὶ τὴν δέησίν μου, Κύριε ὁ Θεὸς, τοῦ ἐπακοῦσαι τῆς δεήσεως καὶ τῆς προσευχῆς ἧς ὁ παῖς σου προσεύχεται ἐναντίον σου σήμερον,
20 τοῦ εἶναι ὀφθαλμούς σου ἀνεῳγμένους ἐπὶ τὸν οἶκον τοῦτον ἡμέρας καὶ νυκτὸς εἰς τὸν τόπον τοῦτον, ὃν εἶπας ἐπικληθῆναι τὸ ὄνομά σου ἐκεῖ, τοῦ ἀκοῦσαι τῆς προσευχῆς ἧς προσεύχεται ὁ παῖς σου εἰς τὸν τόπον τοῦτον·
21 Καὶ ἀκούσῃ τῆς δεήσεως τοῦ παιδός σου, καὶ λαοῦ σου Ἰσραὴλ, ἃ ἂν προσεύξωνται εἰς τὸν τόπον τοῦτον· καὶ σὺ εἰσακούσῃ ἐν τῷ τόπῳ τῆς κατοικήσεώς σου ἐκ τοῦ οὐρανοῦ, καὶ ἀκούσῃ καὶ ἵλεως ἔσῃ.
22 Ἐὰν ἁμάρτῃ ἀνὴρ τῷ πλησίον αὐτοῦ καὶ λάβῃ ἐπʼ αὐτὸν ἀρὰν τοῦ ἀρᾶσθαι αὐτὸν, καὶ ἔλθῃ καὶ ἀράσηται κατέναντι τοῦ θυσιαστηρίου ἐν τῷ οἴκῳ τούτῳ,
23 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ποιήσεις, καὶ κρινεῖς τοὺς δούλους σου, τοῦ ἀποδοῦναι τῷ ἀνόμῳ, καὶ ἀποδοῦναι ὁδοὺς αὐτοῦ εἰς κεφαλὴν αὐτοῦ, καὶ τοῦ δικαιῶσαι δίκαιον, τοῦ ἀποδοῦναι αὐτῷ κατὰ τὴν δικαιοσύνην αὐτοῦ.
24 Καὶ ἐὰν θραυσθῇ ὁ λαός σου Ἰσραὴλ κατέναντι τοῦ ἐχθροῦ, ἐὰν ἁμάρτωσί σοι, καὶ ἐπιστρέψωσι καὶ ἐξομολογήσωνται τῷ ὀνόματί σου, καὶ προσεύξωνται καὶ δεηθῶσιν ἐναντίον σου ἐν τῷ οἴκῳ τούτῳ,
25 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις λαοῦ σου Ἰσραὴλ, καὶ ἀποστρέψεις αὐτοὺς εἰς τὴν γῆν ἣν ἔδωκας αὐτοῖς καὶ τοῖς πατράσιν αὐτῶν.
26 Ἐν τῷ συσχεθῆναι τὸν οὐρανὸν καὶ μὴ γενέσθαι ὑετὸν, ὅτι ἁμαρτήσονταί σοι, καὶ προσεύξονται εἰς τὸν τόπον τοῦτον, καὶ αἰνέσουσι τὸ ὄνομά σου, καὶ ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν ἐπιστρέψουσιν, ὅτι ταπεινώσεις αὐτοὺς,
27 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ, καὶ ἵλεως ἔσῃ ταῖς ἁμαρτίαις τῶν παίδων καὶ τοῦ λαοῦ σου Ἰσραὴλ, ὅτι δηλώσεις αὐτοῖς τὴν ὁδὸν τὴν ἀγαθὴν, ἐν ᾗ πορεύσονται ἐν αὐτῇ, καὶ δώσεις ὑετὸν ἐπὶ τὴν γῆν σου, ἣν ἔδωκας τῷ λαῷ σου εἰς κληρονομίαν.
28 Λιμὸς ἐὰν γένηται ἐπὶ τῆς γῆς, θάνατος ἐὰν γένηται, ἀνεμοφθορία καὶ ἴκτερος, ἀκρὶς καὶ βροῦχος ἐὰν γένηται, καὶ ἐὰν θλίψῃ αὐτὸν ὁ ἐχθρὸς κατέναντι τῶν πόλεων αὐτῶν, κατὰ πᾶσαν πληγὴν καὶ πάντα πόνον,
29 καὶ πᾶσα προσευχὴ, καὶ πᾶσα δέησις ἣ ἐὰν γένηται παντὶ ἀνθρώπῳ καὶ παντὶ λαῷ σου Ἰσραὴλ, ἐὰν γνῷ ἄνθρωπος τὴν ἁφὴν αὐτοῦ καὶ τὴν μαλακίαν αὐτοῦ, καὶ διαπετάσῃ τὰς χεῖρας αὐτοῦ εἰς τὸν οἶκον τοῦτον,
30 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ἱλάσῃ, καὶ δώσεις ἀνδρὶ κατὰ τὰς ὁδοὺς αὐτοῦ, ὡς ἂν γνῷς τὴν καρδίαν αὐτοῦ, ὅτι μόνος γινώσκεις τὴν καρδίαν υἱῶν ἀνθρώπων,
31 ὅπως φοβῶνται πάσας ὁδούς σου πάσας τὰς ἡμέρας ἃς αὐτοὶ ζῶσιν ἐπὶ πρόσωπον τῆς γῆς, ἧς ἔδωκας τοῖς πατράσιν ἡμῶν.
32 Καὶ πᾶς ἀλλότριος ὃς οὐκ ἐκ τοῦ λαοῦ σου Ἰσραήλ ἐστιν αὐτὸς, καὶ ἔλθῃ ἐκ γῆς μακρόθεν διὰ τὸ ὄνομά σου τὸ μέγα, καὶ τὴν χεῖρά σου τὴν κραταιὰν, καὶ τὸν βραχίονά σου τὸν ὑψηλὸν, καὶ ἔλθωσι καὶ προσεύξωνται εἰς τὸν τόπον τοῦτον,
33 καὶ σὺ εἰσακούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου, καὶ ποιήσεις κατὰ πάντα ὅσα ἂν ἐπικαλέσηταί σε ὁ ἀλλότριος, ὅπως γνῶσι πάντες οἱ λαοὶ τῆς γῆς τὸ ὄνομά σου, καὶ τοῦ φοβεῖσθαί σε, ὡς ὁ λαός σου Ἰσραὴλ, καὶ τοῦ γνῶναι ὅτι τὸ ὄνομά σου ἐπικέκληται ἐπὶ τὸν οἶκον τοῦτον, ὃν ᾠκοδόμησα.
34 Ἐὰν δὲ ἐξέλθῃ ὁ λαός σου εἰς πόλεμον ἐπὶ τοὺς ἐχθροὺς αὐτοῦ ἐν ὁδῷ ᾗ ἀποστελεῖς αὐτούς, καὶ προσεύξωνται πρὸς σὲ κατὰ τὴν ὁδὸν τῆς πόλεως ταύτης ἣν ἐξελέξω ἐν αὐτῇ, καὶ οἴκου οὗ ᾠκοδόμηκα τῷ ὀνόματί σου,
35 καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν, καὶ ποιήσεις τὸ δικαίωμα αὐτῶν.
36 Ὅτι ἁμαρτήσονταί σοι, ὅτι οὐκ ἔσται ἄνθρωπος ὃς οὐχ ἁμαρτήσεται, καὶ πατάξεις αὐτοὺς καὶ παραδώσεις αὐτοὺς κατὰ πρόσωπον ἐχθρῶν καὶ αἰχμαλωτεύσουσιν αὐτοὺς οἱ αἰχμαλωτεύοντες αὐτοὺς εἰς γῆν ἐχθρῶν εἰς γῆν μακρὰν ἢ ἐγγὺς,
37 καὶ ἐπιστρέψωσι καρδίαν αὐτῶν ἐν τῇ γῇ αὐτῶν οὗ μετήχθησαν ἐκεῖ, καί γε ἐπιστρέψωσι καὶ δεηθῶσί σου ἐν τῇ αἰχμαλωσίᾳ αὐτῶν, λέγοντες, ἡμάρτομεν, ἠνομήσαμεν, ἠδικήσαμεν,
38 καὶ ἐπιστρέψωσι πρὸς σὲ ἐν ὅλῃ καρδίᾳ καὶ ἐν ὅλῃ ψυχῇ αὐτῶν ἐν γῇ αἰχμαλωτευσάντων αὐτοὺς, ὅπου ᾐχμαλώτευσαν αὐτοὺς, καὶ προσεύξωνται ὁδὸν γῆς αὐτῶν ἧς ἔδωκας τοῖς πατράσιν αὐτῶν, καὶ τῆς πόλεως ἧς ἐξελέξω, καὶ τοῦ οἴκου οὗ ᾠκοδόμησα τῷ ὀνόματί σου,
39 καὶ ἀκούσῃ ἐκ τοῦ οὐρανοῦ ἐξ ἑτοίμου κατοικητηρίου σου τῆς προσευχῆς αὐτῶν καὶ τῆς δεήσεως αὐτῶν, καὶ ποιήσεις κρίματα, καὶ ἵλεως ἔσῃ τῷ λαῷ τῷ ἁμαρτῶντί σοι.
40 Καὶ νῦν Κύριε ἔστωσαν δὴ οἱ ὀφθαλμοί σου ἀνεῳγμένοι, καὶ τὰ ὦτά σου ἐπήκοα εἰς τὴν δέησιν τοῦ τόπου τούτου.
41 Καὶ νῦν ἀνάστηθι Κύριε ὁ Θεὸς εἰς τὴν κατάπαυσίν σου, σὺ καὶ ἡ κιβωτὸς τῆς ἰσχύος σου· ἱερεῖς σου Κύριε ὁ Θεὸς ἐνδύσαιντο σωτηρίαν, καὶ οἱ υἱοί σου εὐφρανθήτωσαν ἐν ἀγαθοῖς.
42 Κύριε ὁ Θεὸς, μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου, μνήσθητι τὰ ἐλέη Δαυὶδ τοῦ δούλου σου.
Brenton English
1 Then said Solomon, The Lord said that he would dwell in thick darkness.
2 But I have built a house to thy name, holy to thee, and prepared for thee to dwell in for ever.
3 And the king turned his face, and blessed all the congregation of Israel: and all the congregation of Israel stood by.
4 And he said, Blessed be the Lord God of Israel: he has even fulfilled with his hands as he spoke with his mouth to my father David, saying,
5 From the day when I brought up my people out of the land of Egypt, I chose no city of all the tribes of Israel, to build a house that my name should be there; neither did I choose a man to be a leader over my people Israel.
6 But I chose Jerusalem that my name should be there; and I chose David to be over my people Israel.
7 And it came into the heart of David my father, to build a house for the name of the Lord God of Israel.
8 But the Lord said to my father David, Whereas it came into thy heart to build a house for my name, thou didst well that it came into thy heart.
9 Nevertheless thou shalt not build the house; for thy son who shall come forth out of thy loins, he shall build the house for my name.
10 And the Lord has confirmed this word, which he spoke; and I am raised up in the room of my father David, and I sit upon the throne of Israel as the Lord said, and I have built the house for the name of the Lord God of Israel:
11 and I have set there the ark in which is the covenant of the Lord, which he made with Israel.
12 And he stood before the altar of the Lord in the presence of all the congregation of Israel, and spread out his hands.
13 For Solomon had made a brazen scaffold, and set it in the midst of the court of the sanctuary; the length of it was five cubits, and the breadth of it five cubits, and the height of it three cubits: and he stood upon it, and fell upon his knees before the whole congregation of Israel, and spread abroad his hands to heaven,
14 and said, Lord God of Israel, there is no God like thee in heaven, or on the earth; keeping covenant and mercy with thy servants that walk before thee with their whole heart.
15 Even as thou hast kept them with thy servant David my father, as thou hast spoken to him in words:—thou hast both spoken with thy mouth, and hast fulfilled it with thy hands, as it is this day.
16 And now, Lord God of Israel, keep with thy servant David my father the things which thou spokest to him, saying, There shall not fail thee a man before me sitting on the throne of Israel, if only thy sons will take heed to their way to walk in my law, as thou didst walk before me.
17 And now, Lord God of Israel, let, I pray thee, thy word be confirmed, which thou hast spoken to thy servant David.
18 For will God indeed dwell with men upon the earth? if the heaven and the heaven of heavens will not suffice thee, what then is this house which I have built?
19 Yet thou shalt have respect to the prayer of thy servant, and to my petition, O Lord God, so as to hearken to the petition and the prayer which thy servant prays before thee this day:
20 so that thine eyes should be open over this house by day and by night, towards this place, whereon thou saidst thy name should be called, so as to hear the prayer which thy servant prays towards this house.
21 And thou shalt hear the supplication of thy servant, and of thy people Israel, whatsoever prayers they shall make towards this place: and thou shalt hearken in thy dwelling-place out of heaven, yea thou shalt hear, and be merciful.
22 If a man sin against his neighbour, and he bring an oath upon him so as to make him swear, and he come and swear before the altar in this house;
23 then shalt thou hearken out of heaven, and do, and judge thy servants, to recompense the transgressor, and to return his ways upon his head: and to justify the righteous, to recompense him according to his righteousness.
24 And if thy people Israel should be put to the worse before the enemy, if they should sin against thee, and then turn and confess to thy name, and pray and make supplication before thee in this house;
25 then shalt thou hearken out of heaven and shalt be merciful to the sins of thy people Israel, and thou shalt restore them to the land which thou gavest to them and to their fathers.
26 When heaven is restrained, and there is no rain, because they shall have sinned against thee, and when they shall pray towards this place, and praise thy name, and shall turn from their sins, because thou shalt afflict them;
27 then shalt thou hearken from heaven, and thou shalt be merciful to the sins of thy servants, and of thy people Israel; for thou shalt shew them the good way in which they shall walk; and thou shalt send rain upon thy land, which thou gavest to thy people for an inheritance.
28 If there should be famine upon the land, if there should be death, a pestilent wind and blight; if there should be locust and caterpillar, and if the enemy should harass them before their cities: in whatever plague and whatever distress they may be ;
29 then whatever prayer and whatever supplication shall be made by any man and all thy people Israel, if a man should know his own plague and his own sickness, and should spread forth his hands toward this house;
30 then shalt thou hear from heaven, out of thy prepared dwelling-place, and shalt be merciful, and shalt recompense to the man according to his ways, as thou shalt know his heart to be ; for thou alone knowest the heart of the children of men:
31 that they may reverence all thy ways all the days which they live upon the face of the land, which thou gavest to our fathers.
32 And every stranger who is not himself of thy people Israel, and who shall have come from a distant land because of thy great name, and thy mighty hand, and thy high arm; when they shall come and worship toward this place;—
33 then shalt thou hearken out of heaven, out of thy prepared dwelling-place, and shalt do according to all that the stranger shall call upon thee for; that all the nations of the earth may know thy name, and that they may fear thee, as thy people Israel do , and that they may know that thy name is called upon this house which I have built.
34 And if thy people shall go forth to war against their enemies by the way by which thou shalt send them, and shall pray to thee toward this city which thou hast chosen, and toward the house which I have built to thy name;
35 then shalt thou hear out of heaven their prayer and their supplication, and maintain their cause.
36 Whereas if they shall sin against thee, (for there is no man who will not sin,) and thou shalt smite them, and deliver them up before their enemies, and they that take them captive shall carry them away into a land of enemies, to a land far off or near;
37 and if they shall repent in their land whither they were carried captive, and shall also turn and make supplication to thee in their captivity, saying, We have sinned, we have transgressed, we have wrought unrighteously;
38 and if they shall turn to thee with all their heart and all their soul in the land of them that carried them captives, whither they carried them captives, and shall pray toward their land which thou gavest to their fathers, and the city which thou didst choose, and the house which I built to thy name:—
39 then shalt thou hear out of heaven, out of thy prepared dwelling-place, their prayer and their supplication, and thou shalt execute justice, and shalt be merciful to thy people that sin against thee.
40 And now, Lord, let, I pray thee, thine eyes be opened, and thine ears be attentive to the petition made in this place.
41 And now, O Lord God, arise into thy resting-place, thou, and the ark of thy strength: let thy priests, O Lord God, clothe themselves with salvation, and thy sons rejoice in prosperity.
42 O Lord God, turn not away the face of thine anointed: remember the mercies of thy servant David.
Compare Greek and Hebrew numbering. Read the Hebrew-based Bible book
Source and license
L. C. L. Brenton, The Septuagint Version, 1851. Public domain. eBible.org transcription.. Public Domain. Greek source edition.
Translation of the Greek Septuagint into English by Sir Lancelot Charles Lee Brenton. Public Domain. English source edition.
Berean Blue opens December 1, 2026. Explore the Septuagint in the app preview.